7.154 Οὕτω μέν νυν ἐκτήσατο τοῦτο τὸ γέρας · Κλεάνδρου δὲ τοῦ Παντάρεος τελευτήσαντος τὸν βίον , ὃς ἐτυράννευσε μὲν Γέλης ἑπτὰ ἔτεα , ἀπέθανε δὲ ὑπὸ Σαβύλλου ἀνδρὸς Γελῴου , ἐνθαῦτα ἀναλαμβάνει τὴν μουναρχίην Ἱπποκράτης , Κλεάνδρου ἐὼν ἀδελφεός . Ἔχοντος δὲ Ἱπποκράτεος τὴν τυραννίδα Γέλων , ἐὼν Τηλίνεω τοῦ ἱροφάντεω ἀπόγονος , πολλῶν μετ’ ἄλλων καὶ Αἰνησιδήμου τοῦ Παταίκου ὃς ἦν δορυφόρος Ἱπποκράτεος . Μετὰ δὲ οὐ πολλὸν χρόνον δι’ ἀρετὴν ἀπεδέχθη πάσης τῆς ἵππου εἶναι ἵππαρχος · πολιορκέοντος γὰρ Ἱπποκράτεος Καλλιπολίτας τε καὶ Ναξίους καὶ Ζαγκλαίους τε καὶ Λεοντίνους καὶ πρὸς Συρηκοσίους τε καὶ τῶν βαρβάρων συχνοὺς ἀνὴρ ἐφαίνετο ἐν τούτοισι τοῖσι πολέμοισι ἐὼν Γέλων λαμπρότατος . Τῶν δὲ εἶπον πολίων πασέων πλὴν Συρηκουσέων οὐδεμία ἀπέφυγε δουλοσύνην πρὸς Ἱπποκράτεος . Συρηκοσίους δὲ Κορίνθιοί τε καὶ Κερκυραῖοι ἐρρύσαντο μάχῃ ἑσσωθέντας ἐπὶ ποταμῷ Ἐλώρῳ · ἐρρύσαντο δὲ οὗτοι ἐπὶ τοῖσδε καταλλάξαντες , ἐπ’ τε Ἱπποκράτεϊ Καμάριναν Συρηκοσίους παραδοῦναι · Συρηκοσίων δὲ ἦν Καμάρινα τὸ ἀρχαῖον .