7.153 Τὰ μὲν περὶ Ἀργείων εἴρηται . Ἐς δὲ τὴν Σικελίην ἄλλοι τε ἀπίκατο ἄγγελοι ἀπὸ τῶν συμμάχων συμμείξοντες Γέλωνι , καὶ δὴ καὶ ἀπὸ Λακεδαιμονίων Σύαγρος . Τοῦ δὲ Γέλωνος τούτου πρόγονος , οἰκήτωρ ἐν Γέλῃ , ἦν ἐκ νήσου Τήλου τῆς ἐπὶ Τριοπίῳ κειμένης · ὃς κτιζομένης Γέλης ὑπὸ Λινδίων τε τῶν ἐκ Ῥόδου καὶ Ἀντιφήμου οὐκ ἐλείφθη . Ἀνὰ χρόνον δὲ αὐτοῦ οἱ ἀπόγονοι γενόμενοι ἱροφάνται τῶν Χθονίων Θεῶν διετέλεον ἐόντες , Τηλίνεω ἑνός τεο τῶν προγόνων κτησαμένου τρόπῳ τοιῷδε . Ἐς Μακτώριον πόλιν τὴν ὑπὲρ Γέλης οἰκημένην ἔφυγον ἄνδρες Γελῴων στάσι ἑσσωθέντες · τούτους ὦν Τηλίνης κατήγαγε ἐς Γέλην , ἔχων οὐδεμίαν ἀνδρῶν δύναμιν ἀλλὰ ἱρὰ τούτων τῶν θεῶν · ὅθεν δὲ αὐτὰ ἔλαβε εἰ αὐτὸς ἐκτήσατο , τοῦτο δὲ οὐκ ἔχω εἰπεῖν · τούτοισι δ’ ὦν πίσυνος ἐὼν κατήγαγε , ἐπ’ τε οἱ ἀπόγονοι αὐτοῦ ἱροφάνται τῶν Θεῶν ἔσονται . Θῶμά μοι ὦν καὶ τοῦτο γέγονε πρὸς τὰ πυνθάνομαι , κατεργάσασθαι Τηλίνην ἔργον τοσοῦτο · τὰ τοιαῦτα γὰρ ἔργα οὐ πρὸς τοῦ ἅπαντος ἀνδρὸς νενόμικα γίνεσθαι , ἀλλὰ πρὸς ψυχῆς τε ἀγαθῆς καὶ ῥώμης ἀνδρηίης · δὲ λέγεται πρὸς τῆς Σικελίης τῶν οἰκητόρων τὰ ὑπεναντία τούτων πεφυκέναι θηλυδρίης τε καὶ μαλακώτερος ἀνήρ .