7.152 Εἰ μέν νυν Ξέρξης τε ἀπέπεμψε ταῦτα λέγοντα κήρυκα ἐς Ἄργος καὶ Ἀργείων ἄγγελοι ἀναβάντες ἐς Σοῦσα ἐπειρώτων Ἀρτοξέρξην περὶ φιλίης , οὐκ ἔχω ἀτρεκέως εἰπεῖν , οὐδέ τινα γνώμην περὶ αὐτῶν ἀποφαίνομαι ἄλλην γε τήν περ αὐτοὶ Ἀργεῖοι λέγουσι . Ἐπίσταμαι δὲ τοσοῦτο , ὅτι , εἰ πάντες ἄνθρωποι τὰ οἰκήια κακὰ ἐς μέσον συνενείκαιεν ἀλλάξασθαι βουλόμενοι τοῖσι πλησίοισι , ἐγκύψαντες ἂν ἐς τὰ τῶν πέλας κακὰ ἀσπασίως ἕκαστοι αὐτῶν ἀποφεροίατο ὀπίσω τὰ ἐσηνείκαντο . Οὕτω δὴ οὐδ’ Ἀργείοισι αἴσχιστα πεποίηται . Ἐγὼ δὲ ὀφείλω λέγειν τὰ λεγόμενα , πείθεσθαί γε μὲν οὐ παντάπασιν ὀφείλω καί μοι τοῦτο τὸ ἔπος ἐχέτω ἐς πάντα τὸν λόγον · ἐπεὶ καὶ ταῦτα λέγεται , ὡς ἄρα Ἀργεῖοι ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα , ἐπειδή σφι πρὸς τοὺς Λακεδαιμονίους κακῶς αἰχμὴ ἑστήκεε , πᾶν δὴ βουλόμενοι σφίσι εἶναι πρὸ τῆς παρεούσης λύπης .