7.150 Αὐτοὶ μὲν Ἀργεῖοι τοσαῦτα τούτων πέρι λέγουσι . Ἔστι δὲ ἄλλος λόγος λεγόμενος ἀνὰ τὴν Ἑλλάδα , ὡς Ξέρξης ἔπεμψε κήρυκα ἐς Ἄργος πρότερον περ ὁρμῆσαι στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα · ἐλθόντα δὲ τοῦτον λέγεται εἰπεῖν · ʹ Ἄνδρες Ἀργεῖοι , βασιλεὺς Ξέρξης τάδε ὑμῖν λέγει · Ἡμεῖς νομίζομεν Πέρσην εἶναι ἀπ’ οὗ ἡμεῖς γεγόναμεν , παῖδα Περσέος τοῦ Δανάης , γεγονότα ἐκ τῆς Κηφέος θυγατρὸς Ἀνδρομέδης . Οὕτω ἂν ὦν εἴημεν ὑμέτεροι ἀπόγονοι . Οὔτε ὦν ἡμέας οἰκὸς ἐπὶ τοὺς ἡμετέρους προγόνους ἐκστρατεύεσθαι , οὔτε ὑμέας ἄλλοισι τιμωρέοντας ἡμῖν ἀντιξόους γίνεσθαι , ἀλλὰ παρ’ ὑμῖν αὐτοῖσι ἡσυχίην ἔχοντας κατῆσθαι · ἢν γὰρ ἐμοὶ γένηται κατὰ νόον , οὐδαμοὺς μέζονας ὑμέων ἄξω . ʹ Ταῦτα ἀκούσαντας Ἀργείους λέγεται πρῆγμα ποιήσασθαι , καὶ παραχρῆμα μὲν οὐδὲν ἐπαγγελλομένους μεταιτέειν , ἐπεὶ δέ σφεας παραλαμβάνειν τοὺς Ἕλληνας , οὕτω δὴ ἐπισταμένους ὅτι οὐ μεταδώσουσι τῆς ἀρχῆς Λακεδαιμόνιοι μεταιτέειν , ἵνα ἐπὶ προφάσιος ἡσυχίην ἄγωσι .
7.151 Συμπεσεῖν δὲ τούτοισι καὶ τόνδε τὸν λόγον λέγουσί τινες Ἑλλήνων , πολλοῖσι τε ἔτεσι ὕστερον γενόμενον τούτων · τυχεῖν ἐν Σούσοισι τοῖσι Μεμνονίοισι ἐόντας ἑτέρου πρήγματος εἵνεκα ἀγγέλους Ἀθηναίων , Καλλίην τε τὸν Ἱππονίκου καὶ τοὺς μετὰ τούτου ἀναβάντας , Ἀργείους δὲ τὸν αὐτὸν τοῦτον χρόνον πέμψαντας καὶ τούτους ἐς Σοῦσα ἀγγέλους εἰρωτᾶν Ἀρτοξέρξην τὸν Ξέρξεω εἴ σφι ἔτι ἐμμένει ἐθέλουσι τὴν πρὸς Ξέρξην φιλίην συνεκεράσαντο νομιζοίατο πρὸς αὐτοῦ εἶναι πολέμιοι · βασιλέα δὲ Ἀρτοξέρξην μάλιστα ἐμμένειν φάναι καὶ οὐδεμίαν νομίζειν πόλιν Ἄργεος φιλιωτέρην .