7.149 Ταῦτα μὲν λέγουσι τὴν βουλὴν ὑποκρίνασθαι , καίπερ ἀπαγορεύοντός σφι τοῦ χρηστηρίου μὴ ποιέεσθαι τὴν πρὸς τοὺς Ἕλληνας συμμαχίην · σπουδὴν δὲ ἔχειν σπονδὰς γενέσθαι τριηκοντοέτιδας , καίπερ τὸ χρηστήριον φοβεόμενοι , ἵνα δή σφι οἱ παῖδες ἀνδρωθέωσι ἐν τούτοισι τοῖσι ἔτεσι · μὴ δὲ σπονδέων ἐουσέων ἐπιλέγεσθαι , ἢν ἄρα σφέας καταλάβῃ πρὸς τῷ γεγονότι κακῷ ἄλλο πταῖσμα πρὸς τὸν Πέρσην , μὴ τὸ λοιπὸν ἔωσι Λακεδαιμονίων ὑπήκοοι . Τῶν δὲ ἀγγέλων τοὺς ἀπὸ τῆς Σπάρτης πρὸς τὰ ῥηθέντα ἐκ τῆς βουλῆς ἀμείψασθαι τοῖσδε · περὶ μὲν σπονδέων ἀνοίσειν ἐς τοὺς πλέονας · περὶ δὲ ἡγεμονίης αὐτοῖσι ἐντετάλθαι ὑποκρίνασθαι , καὶ δὴ λέγειν σφίσι μὲν εἶναι δύο βασιλέας , Ἀργείοισι δὲ ἕνα · οὐκ ὦν δυνατὸν εἶναι τῶν ἐκ Σπάρτης οὐδέτερον παῦσαι τῆς ἡγεμονίης , μετὰ δὲ δύο τῶν σφετέρων ὁμόψηφον τὸν Ἀργεῖον εἶναι κωλύειν οὐδέν . Οὕτω δὴ οἱ Ἀργεῖοί φασι οὐκ ἀνασχέσθαι τῶν Σπαρτιητέων τὴν πλεονεξίην , ἀλλ’ ἑλέσθαι μᾶλλον ὑπὸ τῶν βαρβάρων ἄρχεσθαι τι ὑπεῖξαι Λακεδαιμονίοισι · προειπεῖν τε τοῖσι ἀγγέλοισι πρὸ δύντος ἡλίου ἀπαλλάσσεσθαι ἐκ τῆς Ἀργείων χώρης , εἰ δὲ μή , περιέψεσθαι ὡς πολεμίους .