7.148 Οἱ μέν νυν κατάσκοποι οὕτω θεησάμενοί τε καὶ ἀποπεμφθέντες ἐνόστησαν ἐς τὴν Εὐρώπην . ? Οἱ δὲ συνωμόται Ἑλλήνων ἐπὶ τῷ Πέρσῃ μετὰ τὴν ἀπόπεμψιν τῶν κατασκόπων δεύτερα ἔπεμπον ἐς Ἄργος ἀγγέλους . Ἀργεῖοι δὲ λέγουσι τὰ κατ’ ἑωυτοὺς γενέσθαι ὧδε . Πυθέσθαι γὰρ αὐτίκα κατ’ ἀρχὰς τὰ ἐκ τοῦ βαρβάρου ἐγειρόμενα ἐπὶ τὴν Ἑλλάδα , πυθόμενοι δὲ καὶ μαθόντες ὥς σφεας οἱ Ἕλληνες πειρήσονται παραλαμβάνοντες ἐπὶ τὸν Πέρσην , πέμψαι θεοπρόπους ἐς Δελφοὺς τὸν θεὸν ἐπειρησομένους , ὥς σφι μέλλει ἄριστον ποιεῦσι γίνεσθαι . Νεωστὶ γὰρ σφέων τεθνάναι ἑξακισχιλίους ὑπὸ Λακεδαιμονίων καὶ Κλεομένεος τοῦ Ἀναξανδρίδεω , τῶν δὴ εἵνεκα πέμπειν . Τὴν δὲ Πυθίην ἐπειρωτῶσι αὐτοῖσι ἀνελεῖν τάδε · Ἐχθρὲ περικτιόνεσσι , φίλ’ ἀθανάτοισι θεοῖσι , εἴσω τὸν προβόλαιον ἔχων πεφυλαγμένος ἧσο καὶ κεφαλὴν πεφύλαξο · κάρη δὲ τὸ σῶμα σαώσει . Ταῦτα μὲν τὴν Πυθίην χρῆσαι πρότερον · μετὰ δέ , ὡς ἐλθεῖν τοὺς ἀγγέλους ἐς δὴ τὸ Ἄργος , ἐπελθεῖν ἐπὶ τὸ βουλευτήριον καὶ λέγειν τὰ ἐντεταλμένα . Τοὺς δὲ πρὸς τὰ λεγόμενα ὑποκρίνασθαι ὡς ἕτοιμοί εἰσι Ἀργεῖοι ποιέειν ταῦτα τριήκοντα ἔτεα εἰρήνην σπεισάμενοι Λακεδαιμονίοισι καὶ ἡγεόμενοι κατὰ τὸ ἥμισυ πάσης τῆς συμμαχίης · καίτοι κατά γε τὸ δίκαιον γίνεσθαι τὴν ἡγεμονίην ἑωυτῶν , ἀλλ’ ὅμως σφι ἀποχρᾶν κατὰ τὸ ἥμισυ ἡγεομένοισι .