7.147 Ἐπιλέγων δὲ τὸν λόγον τόνδε ταῦτα ἐνετέλλετο , ὡς εἰ μὲν ἀπώλοντο οἱ κατάσκοποι , οὔτ’ ἂν τὰ ἑωυτοῦ πρήγματα προεπύθοντο οἱ Ἕλληνες ἐόντα λόγου μέζω , οὔτ’ ἄν τι τοὺς πολεμίους μέγα ἐσίναντο ἄνδρας τρεῖς ἀπολέσαντες · νοστησάντων δὲ τούτων ἐς τὴν Ἑλλάδα δοκέειν ἔφη ἀκούσαντας τοὺς Ἕλληνας τὰ ἑωυτοῦ πρήγματα πρὸ τοῦ στόλου τοῦ γινομένου παραδώσειν σφέας τὴν ἰδίην ἐλευθερίην , καὶ οὕτω οὐδὲ δεήσειν ἐπ’ αὐτοὺς στρατηλατέοντας πρήγματα ἔχειν . Ἔοικε δὲ αὐτοῦ αὕτη γνώμη τῇδε ἄλλῃ · ἐὼν γὰρ ἐν Ἀβύδῳ Ξέρξης εἶδε πλοῖα ἐκ τοῦ Πόντου σιταγωγὰ διεκπλέοντα τὸν Ἑλλήσποντον , ἔς τε Αἴγιναν καὶ Πελοπόννησον κομιζόμενα . Οἱ μὲν δὴ πάρεδροι αὐτοῦ ὡς ἐπύθοντο πολέμια εἶναι τὰ πλοῖα , ἕτοιμοι ἦσαν αἱρέειν αὐτά , ἐσβλέποντες ἐς τὸν βασιλέα ὁκότε παραγγελέει . δὲ Ξέρξης εἴρετο αὐτοὺς ὅκῃ πλέοιεν · οἱ δὲ εἶπαν · ʹ Ἐς τοὺς σοὺς πολεμίους , δέσποτα , σῖτον ἄγοντες . ʹ δὲ ὑπολαβὼν ἔφη · ʹ Οὐκ ὦν καὶ ἡμεῖς ἐκεῖ πλέομεν ἔνθα περ καὶ οὗτοι , τοῖσί τε ἄλλοισι ἐξηρτυμένοι καὶ σίτῳ ; Τί δῆτα ἀδικέουσι οὗτοι ἡμῖν σιτία παρακομίζοντες ; ʹ