7.146 Ὡς δὲ ταῦτά σφι ἔδοξε , καταλυσάμενοι τὰς ἔχθρας πρῶτα μὲν κατασκόπους πέμπουσι ἐς τὴν Ἀσίην ἄνδρας τρεῖς . Οἱ δὲ ἀπικόμενοί τε ἐς Σάρδις καὶ καταμαθόντες τὴν βασιλέος στρατιήν , ὡς ἐπάϊστοι ἐγένοντο , βασανισθέντες ὑπὸ τῶν στρατηγῶν τοῦ πεζοῦ στρατοῦ ἀπήγοντο ὡς ἀπολεόμενοι . Καὶ τοῖσι μὲν κατεκέκριτο θάνατος , Ξέρξης δὲ ὡς ἐπύθετο ταῦτα , μεμφθεὶς τῶν στρατηγῶν τὴν γνώμην πέμπει τῶν τινας δορυφόρων , ἐντειλάμενος , ἢν καταλάβωσι τοὺς κατασκόπους ζώοντας , ἄγειν παρ’ ἑωυτόν . Ὡς δὲ ἔτι περιεόντας αὐτοὺς κατέλαβον καὶ ἤγαγον ἐς ὄψιν τὴν βασιλέος , τὸ ἐνθεῦτεν πυθόμενος ἐπ’ οἷσι ἦλθον , ἐκέλευσέ σφεας τοὺς δορυφόρους περιάγοντας ἐπιδείκνυσθαι πάντα τε τὸν πεζὸν στρατὸν καὶ τὴν ἵππον , ἐπεὰν δὲ ταῦτα θηεύμενοι ἔωσι πλήρεες , ἀποπέμπειν ἐς τὴν ἂν αὐτοὶ ἐθέλωσι χώρην ἀσινέας .