7.145 Τὰ μὲν δὴ χρηστήρια ταῦτα τοῖσι Ἀθηναίοισι ἐγεγόνεε . Συλλεγομένων δὲ ἐς τὠυτὸ τῶν Ἑλλήνων τῶν περὶ τὴν Ἑλλάδα τὰ ἀμείνω φρονεόντων καὶ διδόντων σφίσι λόγον καὶ πίστιν , ἐνθαῦτα ἐδόκεε βουλευομένοισι αὐτοῖσι πρῶτον μὲν χρημάτων πάντων καταλλάσσεσθαι τάς τε ἔχθρας καὶ τοὺς κατ’ ἀλλήλους ἐόντας πολέμους · ἦσαν δὲ πρός τινας καὶ ἄλλους ἐγκεχ ει ρημένοι , δὲ ὦν μέγιστος Ἀθηναίοισί τε καὶ Αἰγινήτῃσι . Μετὰ δέ , πυνθανόμενοι Ξέρξην σὺν τῷ στρατῷ εἶναι ἐν Σάρδισι , ἐβουλεύσαντο κατασκόπους πέμπειν ἐς τὴν Ἀσίην τῶν βασιλέος πρηγμάτων , ἐς Ἄργος τε ἀγγέλους ὁμαιχμίην συνθησομένους πρὸς τὸν Πέρσην , καὶ ἐς Σικελίην ἄλλους πέμπειν παρὰ Γέλωνα τὸν Δεινομένεος ἔς τε Κέρκυραν κελεύσοντας βοηθέειν τῇ Ἑλλάδι , καὶ ἐς Κρήτην ἄλλους , φρονήσαντες εἴ κως ἕν τε γένοιτο τὸ Ἑλληνικὸν καὶ εἰ συγκύψαντες τὠυτὸ πρήσσοιεν πάντες , ὡς δεινῶν ἐπιόντων ὁμοίως πᾶσι Ἕλλησι . Τὰ δὲ Γέλωνος πρήγματα μεγάλα ἐλέγετο εἶναι , οὐδαμῶν Ἑλληνικῶν τῶν οὐ πολλὸν μέζω .