7.144 Ἑτέρη τε Θεμιστοκλέϊ γνώμη ἔμπροσθε ταύτης ἐς καιρὸν ἠρίστευσε , ὅτε Ἀθηναίοισι γενομένων χρημάτων μεγάλων ἐν τῷ κοινῷ τὰ ἐκ τῶν μετάλλων σφι προσῆλθε τῶν ἀπὸ Λαυρείου , ἔμελλον λάξεσθαι ὀρχηδὸν ἕκαστος δέκα δραχμάς · τότε Θεμιστοκλέης ἀνέγνωσε Ἀθηναίους τῆς διαιρέσιος ταύτης παυσαμένους νέας τούτων τῶν χρημάτων ποιήσασθαι διηκοσίας ἐς τὸν πόλεμον , τὸν πρὸς Αἰγινήτας λέγων . Οὗτος γὰρ πόλεμος συστὰς ἔσωσε τότε τὴν Ἑλλάδα , ἀναγκάσας θαλασσίους γενέσθαι Ἀθηναίους · αἱ δὲ ἐς τὸ μὲν ἐποιήθησαν οὐκ ἐχρήσθησαν , ἐς δέον δὲ οὕτω τῇ Ἑλλάδι ἐγένοντο . Αὗταί τε δὴ αἱ νέες τοῖσι Ἀθηναίοισι προποιηθεῖσαι ὑπῆρχον , ἑτέρας τε ἔδεε προσναυπηγέεσθαι . Ἔδοξέ τέ σφι μετὰ τὸ χρηστήριον βουλευομένοισι ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα τὸν βάρβαρον δέκεσθαι τῇσι νηυσὶ πανδημεί , τῷ θεῷ πειθομένους , ἅμα Ἑλλήνων τοῖσι βουλομένοισι .