7.143 Ἦν δὲ τῶν τις Ἀθηναίων ἀνὴρ ἐς πρώτους νεωστὶ παριών , τῷ οὔνομα μὲν ἦν Θεμιστοκλέης , παῖς δὲ Νεοκλέος ἐκαλέετο . Οὗτος ὡνὴρ οὐκ ἔφη πᾶν ὀρθῶς τοὺς χρησμολόγους συμβάλλεσθαι , λέγων τοιάδε , εἰ ἐς Ἀθηναίους εἶχε τὸ ἔπος εἰρημένον ἐόντως , οὐκ ἂν οὕτω μιν δοκέειν ἠπίως χρησθῆναι , ἀλλὰ ὧδε ʹ σχετλίη Σαλαμίς ʹ ἀντὶ τοῦ ʹ θείη Σαλαμίς ʹ , εἴ πέρ γε ἔμελλον οἱ οἰκήτορες ἀμφ’ αὐτῇ τελευτήσειν · ἀλλὰ γὰρ ἐς τοὺς πολεμίους τῷ θεῷ εἰρῆσθαι τὸ χρηστήριον συλλαμβάνοντι κατὰ τὸ ὀρθόν , ἀλλ’ οὐκ ἐς Ἀθηναίους . Παρασκευάζεσθαι ὦν αὐτοὺς ὡς ναυμαχήσοντας συνεβούλευε , ὡς τούτου ἐόντος τοῦ ξυλίνου τείχεος . Ταύτῃ Θεμιστοκλέος ἀποφαινομένου , Ἀθηναῖοι ταῦτά σφι ἔγνωσαν αἱρετώτερα εἶναι μᾶλλον τὰ τῶν χρησμολόγων , οἳ οὐκ ἔων ναυμαχίην ἀρτέεσθαι , τὸ δὲ σύμπαν εἶπαι οὐδὲ χεῖρας ἀνταείρεσθαι , ἀλλὰ ἐκλιπόντας χώρην τὴν Ἀττικὴν ἄλλην τινὰ οἰκίζειν .