7.142 Ταῦτά σφι ἠπιώτερα γὰρ τῶν προτέρων καὶ ἦν καὶ ἐδόκεε εἶναι , συγγραψάμενοι ἀπαλλάσσοντο ἐς τὰς Ἀθήνας . Ὡς δὲ ἀπελθόντες οἱ θεοπρόποι ἀπήγγελλον ἐς τὸν δῆμον , γνῶμαι καὶ ἄλλαι πολλαὶ ἐγίνοντο διζημένων τὸ μαντήιον καὶ αἵδε συνεστηκυῖαι μάλιστα · τῶν πρεσβυτέρων ἔλεγον μετεξέτεροι δοκέειν σφι τὸν θεὸν τὴν ἀκρόπολιν χρῆσαι περιέσεσθαι · γὰρ ἀκρόπολις τὸ πάλαι τῶν Ἀθηναίων ῥηχῷ ἐπέφρακτο . Οἱ μὲν δὴ κατὰ τὸν φραγμὸν συνεβάλλοντο τοῦτο τὸ ξύλινον τεῖχος εἶναι · οἱ δ’ αὖ ἔλεγον τὰς νέας σημαίνειν τὸν θεόν , καὶ ταύτας παραρτέεσθαι ἐκέλευον τὰ ἄλλα ἀπέντας . Τοὺς ὦν δὴ τὰς νέας λέγοντας εἶναι τὸ ξύλινον τεῖχος ἔσφαλλε τὰ δύο τὰ τελευταῖα ῥηθέντα ὑπὸ τῆς Πυθίης · θείη Σαλαμίς , ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν που σκιδναμένης Δημήτερος συνιούσης . Κατὰ ταῦτα τὰ ἔπεα συνεχέοντο αἱ γνῶμαι τῶν φαμένων τὰς νέας τὸ ξύλινον τεῖχος εἶναι · οἱ γὰρ χρησμολόγοι ταύτῃ ταῦτα ἐλάμβανον , ὡς ἀμφὶ Σαλαμῖνα δεῖ σφεας ἑσσωθῆναι ναυμαχίην παρασκευασαμένους .