7.141 Ταῦτα ἀκούσαντες οἱ τῶν Ἀθηναίων θεοπρόποι συμφορῇ τῇ μεγίστῃ ἐχρέωντο . Προβάλλουσι δὲ σφέας αὐτοὺς ὑπὸ τοῦ κακοῦ τοῦ κεχρημένου Τίμων Ἀνδροβούλου , τῶν Δελφῶν ἀνὴρ δόκιμος ὅμοια τῷ μάλιστα , συνεβούλευέ σφι ἱκετηρίας λαβοῦσι δεύτερα αὖτις ἐλθόντας χρᾶσθαι τῷ χρηστηρίῳ ὡς ἱκέτας . Πειθομένοισι δὲ ταῦτα τοῖσι Ἀθηναίοισι καὶ λέγουσι · ʹ Ὦναξ , χρῆσον ἡμῖν ἄμεινόν τι περὶ τῆς πατρίδος , αἰδεσθεὶς τὰς ἱκετηρίας τάσδε τάς τοι ἥκομεν φέροντες · οὔ τοι ἄπιμεν ἐκ τοῦ ἀδύτου , ἀλλ’ αὐτοῦ τῇδε μενέομεν ἔστ’ ἂν καὶ τελευτήσωμεν ʹ , ταῦτα δὴ λέγουσι πρόμαντις χρᾷ δεύτερα τάδε · Οὐ δύναται Παλλὰς Δί’ Ὀλύμπιον ἐξιλάσασθαι , λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ · σοὶ δὲ τόδ’ αὖτις ἔπος ἐρέω , ἀδάμαντι πελάσσας . Τῶν ἄλλων γὰρ ἁλισκομένων ὅσα Κέκροπος οὖρος ἐντὸς ἔχει κευθμών τε Κιθαιρῶνος ζαθέοιο , τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς μοῦνον ἀπόρθητον τελέθειν , τὸ σὲ τέκνα τ’ ὀνήσει . Μηδὲ σύ γ’ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα πολλὸν ἀπ’ ἠπείρου στρατὸν ἥσυχος , ἀλλ’ ὑποχωρεῖν νῶτον ἐπιστρέψας · ἔτι τοί ποτε κἀντίος ἔσσῃ . θείη Σαλαμίς , ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν που σκιδναμένης Δημήτερος συνιούσης .