7.140 Πέμψαντες γὰρ οἱ Ἀθηναῖοι ἐς Δελφοὺς θεοπρόπους χρηστηριάζεσθαι ἦσαν ἕτοιμοι · καί σφι ποιήσασι περὶ τὸ ἱρὸν τὰ νομιζόμενα , ὡς ἐς τὸ μέγαρον ἐσελθόντες ἵζοντο , χρᾷ Πυθίη , τῇ οὔνομα ἦν Ἀριστονίκη , τάδε · μέλεοι , τί κάθησθε ; Λιπὼν φύγ’ ἐς ἔσχατα γαίης δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα . Οὔτε γὰρ κεφαλὴ μένει ἔμπεδον οὔτε τὸ σῶμα , ο οὔτε πόδες νέατοι οὔτ’ ὦν χέρες , οὔτε τι μέσσης λείπεται , ἀλλ’ ἄζηλα πέλει · κατὰ γάρ μιν ἐρείπει πῦρ τε καὶ ὀξὺς Ἄρης , συριηγενὲς ἅρμα διώκων . Πολλὰ δὲ κἆλλ’ ἀπολεῖ πυργώματα , κοὐ τὸ σὸν οἶον · πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει , οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι , δείματι παλλόμενοι , κατὰ δ’ ἀκροτάτοις ὀρόφοισιν αἷμα μέλαν κέχυται , προϊδὸν κακότητος ἀνάγκας . Ἀλλ’ ἴτον ἐξ ἀδύτοιο , κακοῖς δ’ ἐπικίδνατε θυμόν .