7.134 Τοῖσι δὲ ὦν Λακεδαιμονίοισι μῆνις κατέσκηψε Ταλθυβίου τοῦ Ἀγαμέμνονος κήρυκος . Ἐν γὰρ Σπάρτῃ ἐστὶ Ταλθυβίου ἱρόν , εἰσὶ δὲ καὶ ἀπόγονοι Ταλθυβίου Ταλθυβιάδαι καλεόμενοι , τοῖσι αἱ κηρυκηίαι αἱ ἐκ Σπάρτης πᾶσαι γέρας δέδονται . Μετὰ δὲ ταῦτα τοῖσι Σπαρτιήτῃσι καλλιερῆσαι θυομένοισι οὐκ ἐδύνατο . Τοῦτο δ’ ἐπὶ χρόνον συχνὸν ἦν σφι . Ἀχθομένων δὲ καὶ συμφορῇ χρεωμένων Λακεδαιμονίων , ἁλίης τε πολλάκις συλλεγομένης καὶ κήρυγμα τοιόνδε ποιευμένων , εἴ τις βούλοιτο Λακεδαιμονίων πρὸ τῆς Σπάρτης ἀποθνῄσκειν , Σπερθίης τε Ἀνηρίστου καὶ Βοῦλις Νικόλεω , ἄνδρες Σπαρτιῆται φύσι τε γεγονότες εὖ καὶ χρήμασι ἀνήκοντες ἐς τὰ πρῶτα , ἐθελονταὶ ὑπέδυσαν ποινὴν τείσειν Ξέρξῃ τῶν Δαρείου κηρύκων τῶν ἐν Σπάρτῃ ἀπολομένων . Οὕτω Σπαρτιῆται τούτους ὡς ἀποθανεομένους ἐς Μήδους ἀπέπεμψαν .