7.132 Τῶν δὲ δόντων ταῦτα ἐγένοντο οἵδε · Θεσσαλοί , Δόλοπες , Ἐνιῆνες , Περραιβοί , Λοκροί , Μάγνητες , Μηλιέες , Ἀχαιοὶ οἱ Φθιῶται , καὶ Θηβαῖοι καὶ οἱ ἄλλοι Βοιωτοὶ πλὴν Θεσπιέων τε καὶ Πλαταιέων . Ἐπὶ τούτοισι οἱ Ἕλληνες ἔταμον ὅρκιον οἱ τῷ βαρβάρῳ πόλεμον ἀειρόμενοι · τὸ δὲ ὅρκιον ὧδε εἶχε · ὅσοι τῷ Πέρσῃ ἔδοσαν σφέας αὐτοὺς Ἕλληνες ἐόντες , μὴ ἀναγκασθέντες , καταστάντων σφι εὖ τῶν πρηγμάτων , τούτους δεκατεῦσαι τῷ ἐν Δελφοῖσι θεῷ . Τὸ μὲν δὴ ὅρκιον ὧδε εἶχε τοῖσι Ἕλλησι . ʹ
7.133 Ἐς δὲ Ἀθήνας καὶ Σπάρτην οὐκ ἀπέπεμψε Ξέρξης ἐπὶ γῆς αἴτησιν κήρυκας τῶνδε εἵνεκα · πρότερον Δαρείου πέμψαντος ἐπ’ αὐτὸ τοῦτο , οἱ μὲν αὐτῶν τοὺς αἰτέοντας ἐς τὸ βάραθρον , οἱ δ’ ἐς φρέαρ ἐμβαλόντες ἐκέλευον γῆν τε καὶ ὕδωρ ἐκ τούτων φέρειν παρὰ βασιλέα . Τούτων μὲν εἵνεκα οὐκ ἔπεμψε Ξέρξης τοὺς αἰτήσοντας . τι δὲ τοῖσι Ἀθηναίοισι ταῦτα ποιήσασι τοὺς κήρυκας συνήνεικε ἀνεθέλητον γενέσθαι , οὐκ ἔχω εἶπαι , πλὴν ὅτι σφέων χώρη καὶ πόλις ἐδηιώθη , ἀλλὰ τοῦτο οὐ διὰ ταύτην τὴν αἰτίην δοκέω γενέσθαι .