7.135 Αὕτη τε τόλμα τούτων τῶν ἀνδρῶν θώματος ἀξίη καὶ τάδε πρὸς τούτοισι τὰ ἔπεα . Πορευόμενοι γὰρ ἐς Σοῦσα ἀπικνέονται παρὰ Ὑδάρνεα · δὲ Ὑδάρνης ἦν μὲν γένος Πέρσης , στρατηγὸς δὲ τῶν παραθαλασσίων ἀνθρώπων τῶν ἐν τῇ Ἀσίῃ · ὅς σφεας ξείνια προθέμενος ἱστία , ξεινίζων δὲ εἴρετο λέγων τάδε · ʹ Ἄνδρες Λακεδαιμόνιοι , τί δὴ φεύγετε βασιλέϊ φίλοι γενέσθαι ; Ὁρᾶτε γὰρ ὡς ἐπίσταται βασιλεὺς ἄνδρας ἀγαθοὺς τιμᾶν , ἐς ἐμέ τε καὶ τὰ ἐμὰ πρήγματα ἀποβλέποντες . Οὕτω δὲ καὶ ὑμεῖς εἰ δοίητε ὑμέας αὐτοὺς βασιλέϊ δεδόξωσθε γὰρ πρὸς αὐτοῦ ἄνδρες εἶναι ἀγαθοί , ἕκαστος ἂν ὑμέων ἄρχοι γῆς Ἑλλάδος δόντος βασιλέος . ʹ Πρὸς ταῦτα ὑπεκρίναντο τάδε · ʹ Ὕδαρνες , οὐκ ἐξ ἴσου γίνεται συμβουλίη ἐς ἡμέας τείνουσα . Τοῦ μὲν γὰρ πεπειρημένος συμβουλεύεις , τοῦ δὲ ἄπειρος ἐών · τὸ μὲν γὰρ δοῦλος εἶναι ἐξεπίστεαι , ἐλευθερίης δὲ οὔκω ἐπειρήθης , οὔτ’ εἰ ἔστι γλυκὺ οὔτ’ εἰ μή . Εἰ γὰρ αὐτῆς πειρήσαιο , οὐκ ἂν δόρασι συμβουλεύοις ἡμῖν περὶ αὐτῆς μάχεσθαι , ἀλλὰ καὶ πελέκεσι . ʹ