7.130 Οἱ δὲ κατηγεόμενοι , εἰρομένου Ξέρξεω εἰ ἔστι ἄλλη ἔξοδος ἐς θάλασσαν τῷ Πηνειῷ , ἐξεπιστάμενοι ἀτρεκέως εἶπον · ʹ Βασιλεῦ , ποταμῷ τούτῳ οὐκ ἔστι ἄλλη ἐξήλυσις ἐς θάλασσαν κατήκουσα , ἀλλ’ ἥδε αὐτή · ὄρεσι γὰρ περιεστεφάνωται πᾶσα Θεσσαλίη . ʹ Ξέρξην δὲ λέγεται εἰπεῖν πρὸς ταῦτα · ʹ Σοφοὶ ἄνδρες εἰσὶ Θεσσαλοί . Ταῦτ’ ἄρα πρὸ πολλοῦ ἐφυλάσσοντο γνωσιμαχέοντες καὶ τἆλλα καὶ ὅτι χώρην ἄρα εἶχον εὐαίρετόν τε καὶ ταχυάλωτον . Τὸν γὰρ ποταμὸν πρῆγμα ἂν ἦν μοῦνον ἐπεῖναί σφεων ἐπὶ τὴν χώρην , χώματι ἐκ τοῦ αὐλῶνος ἐκβιβάσαντα καὶ παρατρέψαντα δι’ ὧν νῦν ῥέει ῥεέθρων , ὥστε Θεσσαλίην πᾶσαν ἔσω τῶν ὀρέων ὑπόβρυχα γενέσθαι . ʹ Ταῦτα δὲ ἔχοντα ἔλεγε ἐς τοὺς Ἀλεύεω παῖδας , ὅτι πρῶτοι Ἑλλήνων ἐόντες Θεσσαλοὶ ἔδοσαν ἑωυτοὺς βασιλέϊ , δοκέων Ξέρξης ἀπὸ παντός σφεας τοῦ ἔθνεος ἐπαγγέλλεσθαι φιλίην . Εἴπας δὲ ταῦτα καὶ θεησάμενος ἀπέπλεε ἐς τὴν Θέρμην .
7.131 μὲν δὴ περὶ Πιερίην διέτριβε ἡμέρας συχνάς · τὸ γὰρ δὴ ὄρος τὸ Μακεδονικὸν ἔκειρε τῆς στρατιῆς τριτημορίς , ἵνα ταύτῃ διεξίῃ ἅπασα στρατιὴ ἐς Περραιβούς . Οἱ δὲ δὴ κήρυκες οἱ ἀποπεμφθέντες ἐς τὴν Ἑλλάδα ἐπὶ γῆς αἴτησιν ἀπίκατο , οἱ μὲν κεινοί , οἱ δὲ φέροντες γῆν τε καὶ ὕδωρ .