7.129 Τὴν δὲ Θεσσαλίην λόγος ἐστὶ τὸ παλαιὸν εἶναι λίμνην , ὥστε γε συγκεκληιμένην πάντοθεν ὑπερμήκεσι ὄρεσι · τὰ μὲν γὰρ αὐτῆς πρὸς τὴν ἠῶ ἔχοντα τό τε Πήλιον ὄρος καὶ Ὄσσα ἀποκληίει συμμίσγοντα τὰς ὑπωρείας ἀλλήλοισι , τὰ δὲ πρὸς βορέω ἀνέμου Ὄλυμπος , τὰ δὲ πρὸς ἑσπέρην Πίνδος , τὰ δὲ πρὸς μεσαμβρίην τε καὶ ἄνεμον νότον Ὄθρυς . Τὸ μέσον δὲ τούτων τῶν λεχθέντων ὀρέων Θεσσαλίη ἐστί , ἐοῦσα κοίλη . Ὥστε ὦν ποταμῶν ἐς αὐτὴν καὶ ἄλλων συχνῶν ἐσβαλλόντων πέντε δὲ τῶν δοκίμων μάλιστα τῶνδε , Πηνειοῦ καὶ Ἀπιδανοῦ καὶ Ὀνοχώνου καὶ Ἐνιπέος καὶ Παμίσου , οἱ μέν νυν ἐς τὸ πεδίον τοῦτο συλλεγόμενοι ἐκ τῶν ὀρέων τῶν περικληιόντων τὴν Θεσσαλίην ὀνομαζόμενοι δι’ ἑνὸς αὐλῶνος καὶ τούτου στεινοῦ ἔκροον ἔχουσι ἐς θάλασσαν , προσυμμίσγοντες τὸ ὕδωρ πάντες ἐς τὠυτό · ἐπεὰν δὲ συμμιχθέωσι τάχιστα , ἐνθεῦτεν ἤδη Πηνειὸς τῷ οὐνόματι κατακρατέων ἀνωνύμους τοὺς ἄλλους εἶναι ποιέει . Τὸ δὲ παλαιὸν λέγεται , οὐκ ἐόντος κω τοῦ αὐλῶνος καὶ διεκρόου τούτου , τοὺς ποταμοὺς τούτους καὶ πρὸς τοῖσι ποταμοῖσι τούτοισι τὴν Βοιβηίδα λίμνην οὔτε ὀνομάζεσθαι κατά περ νῦν ῥέειν τε οὐδὲν ἧσσον νῦν , ῥέοντας δὲ ποιέειν τὴν Θεσσαλίην πᾶσαν πέλαγος . Αὐτοὶ μέν νυν Θεσσαλοί φασι Ποσειδέωνα ποιῆσαι τὸν αὐλῶνα δι’ οὗ ῥέει Πηνειός , οἰκότα λέγοντες · ὅστις γὰρ νομίζει Ποσειδέωνα τὴν γῆν σείειν καὶ τὰ διεστεῶτα ὑπὸ σεισμοῦ τοῦ θεοῦ τούτου ἔργα εἶναι καὶ ἂν ἐκεῖνο ἰδὼν φαίη Ποσειδέωνα ποιῆσαι · ἔστι γὰρ σεισμοῦ ἔργον , ὡς ἐμοὶ ἐφαίνετο εἶναι , διάστασις τῶν ὀρέων .