7.127 Ὡς δὲ ἐς τὴν Θέρμην ἀπίκετο Ξέρξης , ἵδρυσε αὐτοῦ τὴν στρατιήν . Ἐπέσχε δὲ στρατὸς αὐτοῦ στρατοπεδευόμενος τὴν παρὰ θάλασσαν χώρην τοσήνδε , ἀρξάμενος ἀπὸ Θέρμης πόλιος καὶ τῆς Μυγδονίης μέχρι Λυδίεώ τε ποταμοῦ καὶ Ἁλιάκμονος , οἳ οὐρίζουσι γῆν τὴν Βοττιαιίδα τε καὶ Μακεδονίδα , ἐς τὠυτὸ ῥέεθρον τὸ ὕδωρ συμμίσγοντες . Ἐστρατοπεδεύοντο μὲν δὴ ἐν τούτοισι τοῖσι χωρίοισι οἱ βάρβαροι , τῶν δὲ καταλεχθέντων τούτων ποταμῶν ἐκ Κρηστωναίων ῥέων Χείδωρος μοῦνος οὐκ ἀντέχρησε τῇ στρατιῇ πινόμενος ἀλλ’ ἐπέλιπε .
7.128 Ξέρξης δὲ ὁρέων ἐκ τῆς Θέρμης ὄρεα τὰ Θεσσαλικά , τόν τε Ὄλυμπον καὶ τὴν Ὄσσαν , μεγάθεϊ τε ὑπερμήκεα ἐόντα , διὰ μέσου τε αὐτῶν αὐλῶνα στεινὸν πυνθανόμενος εἶναι , δι’ οὗ ῥέει Πηνειός , ἀκούων τε ταύτῃ εἶναι ὁδὸν ἐς Θεσσαλίην φέρουσαν , ἐπεθύμησε πλώσας θεήσασθαι τὴν ἐκβολὴν τοῦ Πηνειοῦ , ὅτι τὴν ἄνω ὁδὸν ἔμελλε ἐλᾶν διὰ Μακεδόνων τῶν κατύπερθε οἰκημένων ἐς Περραιβοὺς παρὰ Γόννον πόλιν · ταύτῃ γὰρ ἀσφαλέστατον ἐπυνθάνετο εἶναι . Ὡς δὲ ἐπεθύμησε , καὶ ἐποίεε ταῦτα . Ἐσβὰς ἐς Σιδωνίην νέα , ἐς τήν περ ἐσέβαινε αἰεὶ ὅκως τι ἐθέλοι τοιοῦτο ποιῆσαι , ἀνέδεξε σημήιον καὶ τοῖσι ἄλλοισι ἀνάγεσθαι , καταλιπὼν αὐτοῦ τὸν πεζὸν στρατόν . Ἐπεὶ δὲ ἀπίκετο καὶ ἐθεήσατο Ξέρξης τὴν ἐκβολὴν τοῦ Πηνειοῦ , ἐν θώματι μεγάλῳ ἐνέσχετο , καλέσας δὲ τοὺς κατηγεμόνας τῆς ὁδοῦ εἴρετο εἰ τὸν ποταμὸν ἔστι παρατρέψαντα ἑτέρῃ ἐς θάλασσαν ἐξαγαγεῖν .