7.124 μὲν δὴ ναυτικὸς στρατὸς αὐτοῦ περὶ Ἄξιον ποταμὸν καὶ πόλιν Θέρμην καὶ τὰς μεταξὺ πόλις τούτων περιμένων βασιλέα ἐστρατοπεδεύετο . ? Ξέρξης δὲ καὶ πεζὸς στρατὸς ἐπορεύετο ἐκ τῆς Ἀκάνθου τὴν μεσόγαιαν τάμνων τῆς ὁδοῦ , βουλόμενος ἐς τὴν Θέρμην ἀπικέσθαι . Ἐπορεύετο δὲ διὰ τῆς Παιονικῆς καὶ Κρηστωνικῆς ἐπὶ ποταμὸν Χείδωρον , ὃς ἐκ Κρηστωναίων ἀρξάμενος ῥέει διὰ Μυγδονίης χώρης καὶ ἐξιεῖ παρὰ τὸ ἕλος τὸ ἐπ’ Ἀξίῳ ποταμῷ .
7.125 Πορευομένῳ δὲ ταύτῃ λέοντές οἱ ἐπεθήκαντο τῇσι σιτοφόροισι καμήλοισι · καταφοιτῶντες γὰρ οἱ λέοντες τὰς νύκτας καὶ λείποντες τὰ σφέτερα ἤθεα ἄλλου μὲν οὐδενὸς ἅπτοντο οὔτε ὑποζυγίου οὔτε ἀνθρώπου , οἱ δὲ τὰς καμήλους ἐκεράϊζον μούνας . Θωμάζω δὲ τὸ αἴτιον , τι κοτὲ ἦν τῶν ἄλλων τὸ ἀναγκάζον ἀπεχομένους τοὺς λέοντας τῇσι καμήλοισι ἐπιτίθεσθαι , τὸ μήτε πρότερον ὀπώπεσαν θηρίον μήτ’ ἐπεπειρέατο αὐτοῦ .
7.126 Εἰσὶ δὲ κατὰ ταῦτα τὰ χωρία καὶ λέοντες πολλοὶ καὶ βόες ἄγριοι , τῶν τὰ κέρεα ὑπερμεγάθεά ἐστι τὰ ἐς Ἕλληνας φοιτῶντα . Οὖρος δὲ τοῖσι λέουσί ἐστι τε δι’ Ἀβδήρων ῥέων ποταμὸς Νέστος καὶ δι’ Ἀκαρνανίης ῥέων Ἀχελῷος · οὔτε γὰρ τὸ πρὸς τὴν ἠῶ τοῦ Νέστου οὐδαμόθι πάσης τῆς ἔμπροσθε Εὐρώπης ἴδοι τις ἂν λέοντα , οὔτε πρὸς ἑσπέρης τοῦ Ἀχελῴου ἐν τῇ ἐπιλοίπῳ ἠπείρῳ , ἀλλ’ ἐν τῇ μεταξὺ τούτων τῶν ποταμῶν γίνονται .