7.123 δὲ ναυτικὸς στρατὸς Ξέρξεω συντάμνων ἀπ’ Ἀμπέλου ἄκρης ἐπὶ Καναστραῖον ἄκρην , τὸ δὴ πάσης τῆς Παλλήνης ἀνέχει μάλιστα , ἐνθεῦτεν νέας τε καὶ στρατιὴν παρελάμβανε ἐκ Ποτειδαίης καὶ Ἀφύτιος καὶ Νέης πόλιος καὶ Αἰγῆς καὶ Θεράμβω καὶ Σκιώνης καὶ Μένδης καὶ Σάνης · αὗται γάρ εἰσι αἱ τὴν νῦν Παλλήνην πρότερον δὲ Φλέγρην καλεομένην νεμόμεναι . Παραπλέων δὲ καὶ ταύτην τὴν χώρην ἔπλεε ἐς τὸ προειρημένον , παραλαμβάνων στρατιὴν καὶ ἐκ τῶν προσεχέων πολίων τῇ Παλλήνῃ , ὁμουρεουσέων δὲ τῷ Θερμαίῳ κόλπῳ , τῇσι οὐνόματά ἐστι τάδε , Λίπαξος , Κώμβρεια , Λισαί , Γίγωνος , Κάμψα , Σμίλα , Αἴνεια · δὲ τουτέων χώρη Κροσσαίη ἔτι καὶ ἐς τόδε καλέεται . Ἀπὸ δὲ Αἰνείης , ἐς τὴν ἐτελεύτων καταλέγων τὰς πόλις , ἀπὸ ταύτης ἤδη ἐς αὐτόν τε τὸν Θερμαῖον κόλπον ἐγίνετο τῷ ναυτικῷ στρατῷ πλόος καὶ γῆν τὴν Μυγδονίην , πλέων δὲ ἀπίκετο ἔς τε τὴν προειρημένην Θέρμην καὶ Σίνδον τε πόλιν καὶ Χαλέστρην ἐπὶ τὸν Ἄξιον ποταμόν , ὃς οὐρίζει χώρην τὴν Μυγδονίην τε καὶ Βοττιαιίδα , τῆς ἔχουσι τὸ παρὰ θάλασσαν , στεινὸν χωρίον , πόλιες Ἴχναι τε καὶ Πέλλα .