7.119 Ὣς δὲ παραπλησίως καὶ ἐν τῇσι ἄλλῃσι πόλισι οἱ ἐπεστεῶτες ἀπεδείκνυσαν τὸν λόγον . Τὸ γὰρ δεῖπνον τοιόνδε τι ἐγίνετο , οἷα ἐκ πολλοῦ χρόνου προειρημένον καὶ περὶ πολλοῦ ποιευμένων . Τοῦτο μέν , ὡς ἐπύθοντο τάχιστα τῶν κηρύκων τῶν περιαγγελλόντων , δασάμενοι σῖτον ἐν τῇσι πόλισι οἱ ἀστοὶ ἄλευρά τε καὶ ἄλφιτα ἐποίευν πάντες ἐπὶ μῆνας συχνούς · τοῦτο δέ , κτήνεα ἐσίτευον ἐξευρίσκοντες τιμῆς τὰ κάλλιστα , ἔτρεφόν τε ὄρνιθας χερσαίους καὶ λιμναίους ἔν τε οἰκήμασι καὶ λάκκοισι , ἐς ὑποδοχὰς τοῦ στρατοῦ · τοῦτο δέ , χρύσεά τε καὶ ἀργύρεα ποτήριά τε καὶ κρητῆρας ἐποιεῦντο καὶ τὰ ἄλλα ὅσα ἐπὶ τράπεζαν τιθέαται πάντα · ταῦτα μὲν αὐτῷ τε βασιλέϊ καὶ τοῖσι ὁμοσίτοισι μετ’ ἐκείνου ἐπεποίητο , τῇ δὲ ἄλλῃ στρατιῇ τὰ ἐς φορβὴν μοῦνα τασσόμενα . Ὅκως δὲ ἀπίκοιτο στρατιή , σκηνὴ μὲν ἔσκε πεπηγυῖα ἑτοίμη ἐς τὴν αὐτὸς σταθμὸν ποιεέσκετο Ξέρξης , δὲ ἄλλη στρατιὴ ἔσκε ὑπαίθριος . Ὡς δὲ δείπνου γίνοιτο ὥρη , οἱ μὲν δεκόμενοι ἔχεσκον πόνον , οἱ δὲ , ὅκως πλησθέντες νύκτα αὐτοῦ ἀγάγοιεν , τῇ ὑστεραίῃ τήν τε σκηνὴν ἀνασπάσαντες καὶ τὰ ἔπιπλα πάντα λαβόντες οὕτω ἀπελαύνεσκον , λείποντες οὐδὲν ἀλλὰ φερόμενοι .