7.120 Ἔνθα δὴ Μεγακρέοντος ἀνδρὸς Ἀβδηρίτεω ἔπος εὖ εἰρημένον ἐγένετο , ὃς συνεβούλευσε Ἀβδηρίτῃσι πανδημεὶ αὐτοὺς καὶ γυναῖκας , ἐλθόντας ἐς τὰ σφέτερα ἱρά , ἵζεσθαι ἱκέτας τῶν θεῶν παραιτεομένους καὶ τὸ λοιπόν σφι ἀπαμύνειν τῶν ἐπιόντων κακῶν τὰ ἡμίσεα , τῶν τε παροιχομένων ἔχειν σφι μεγάλην χάριν , ὅτι βασιλεὺς Ξέρξης οὐ δὶς ἑκάστης ἡμέρης ἐνόμισε σῖτον αἱρέεσθαι · παρέχειν γὰρ ἂν Ἀβδηρίτῃσι , εἰ καὶ ἄριστον προείρητο ὅμοια τῷ δείπνῳ παρασκευάζειν , μὴ ὑπομένειν Ξέρξην ἐπιόντα καταμείναντας κάκιστα πάντων ἀνθρώπων διατριβῆναι .
7.121 Οἱ μὲν δὴ πιεζόμενοι ὅμως τὸ ἐπιτασσόμενον ἐπετέλεον . Ξέρξης δὲ ἐκ τῆς Ἀκάνθου , ἐντειλάμενος τοῖσι στρατηγοῖσι τοῦ ναυτικοῦ στρατοῦ ὑπομένειν ἐν Θέρμῃ , ἀπῆκε ἀπ’ ἑωυτοῦ πορεύεσθαι τὰς νέας , Θέρμῃ δὲ τῇ ἐν τῷ Θερμαίῳ κόλπῳ οἰκημένῃ , ἀπ’ ἧς καὶ κόλπος οὗτος τὴν ἐπωνυμίην ἔχει · ταύτῃ γὰρ ἐπυνθάνετο συντομώτατον εἶναι . Μέχρι μὲν γὰρ Ἀκάνθου ὧδε τεταγμένος στρατὸς ἐκ Δορίσκου τὴν ὁδὸν ἐποιέετο . Τρεῖς μοίρας Ξέρξης δασάμενος πάντα τὸν πεζὸν στρατόν , μίαν αὐτέων ἔταξε παρὰ θάλασσαν ἰέναι ὁμοῦ τῷ ναυτικῷ · ταύτης μὲν δὴ ἐστρατήγεον Μαρδόνιός τε καὶ Μασίστης · ἑτέρη δὲ τεταγμένη ἤιε τοῦ στρατοῦ τριτημορὶς τὴν μεσόγαιαν , τῆς ἐστρατήγεον Τριτανταίχμης τε καὶ Γέργις · δὲ τρίτη τῶν μοιρέων , μετ’ ἧς ἐπορεύετο αὐτὸς Ξέρξης , ἤιε μὲν τὸ μέσον αὐτέων , στρατηγοὺς δὲ παρείχετο Σμερδομένεά τε καὶ Μεγάβυζον .