7.117 Ἐν Ἀκάνθῳ δὲ ἐόντος Ξέρξεω συνήνεικε ὑπὸ νούσου ἀποθανεῖν τὸν ἐπεστεῶτα τῆς διώρυχος Ἀρταχαίην , δόκιμον ἐόντα παρὰ Ξέρξῃ καὶ γένος Ἀχαιμενίδην , μεγάθεΐ τε μέγιστον ἐόντα Περσέων ἀπὸ γὰρ πέντε πήχεων βασιληίων ἀπέλειπε τέσσερας δακτύλους φωνέοντά τε μέγιστον ἀνθρώπων · ὥστε Ξέρξην συμφορὴν ποιησάμενον μεγάλην ἐξενεῖκαί τε αὐτὸν κάλλιστα καὶ θάψαι · ἐτυμβοχόεε δὲ πᾶσα στρατιή . Τούτῳ δὲ τῷ Ἀρταχαίῃ θύουσι Ἀκάνθιοι ἐκ θεοπροπίου ὡς ἥρωϊ , ἐπονομάζοντες τὸ οὔνομα . Βασιλεὺς μὲν δὴ Ξέρξης ἀπολομένου Ἀρταχαίεω ἐποιέετο συμφορήν .
7.118 Οἱ δὲ ὑποδεκόμενοι Ἑλλήνων τὴν στρατιὴν καὶ δειπνίζοντες Ξέρξην ἐς πᾶν κακοῦ ἀπίκατο οὕτω ὥστε ἀνάστατοι ἐκ τῶν οἴκων ἐγίνοντο · ὅκου γε Θασίοισι ὑπὲρ τῶν ἐν τῇ ἠπείρῳ πολίων τῶν σφετέρων δεξαμένοισι τὴν Ξέρξεω στρατιὴν καὶ δειπνίσασι Ἀντίπατρος Ὀργέος ἀραιρημένος , τῶν ἀστῶν ἀνὴρ δόκιμος ὅμοια τῷ μάλιστα , ἀπέδεξε ἐς τὸ δεῖπνον τετρακόσια τάλαντα ἀργυρίου τετελεσμένα .