7.114 Φαρμακεύσαντες δὲ ταῦτα ἐς τὸν ποταμὸν καὶ ἄλλα πολλὰ πρὸς τούτοισι , ἐν Ἐννέα Ὁδοῖσι τῇσι Ἠδωνῶν ἐπορεύοντο κατὰ τὰς γεφύρας , τὸν Στρυμόνα εὑρόντες ἐζευγμένον . Ἐννέα δὲ Ὁδοὺς πυνθανόμενοι τὸν χῶρον τοῦτον καλέεσθαι , τοσούτους ἐν αὐτῷ παῖδάς τε καὶ παρθένους ἀνδρῶν τῶν ἐπιχωρίων ζώοντας κατώρυσσον . Περσικὸν δὲ τὸ ζώοντας κατορύσσειν , ἐπεὶ καὶ Ἄμηστριν τὴν Ξέρξεω γυναῖκα πυνθάνομαι γηράσασαν δὶς ἑπτὰ Περσέων παῖδας , ἐόντων ἐπιφανέων ἀνδρῶν , ὑπὲρ ἑωυτῆς τῷ ὑπὸ γῆν λεγομένῳ εἶναι θεῷ ἀντιχαρίζεσθαι κατορύσσουσαν .
7.115 Ὡς δὲ ἀπὸ τοῦ Στρυμόνος ἐπορεύετο στρατός , ἐνθαῦτα πρὸς ἡλίου δυσμέων ἐστὶ αἰγιαλὸς ἐν τῷ οἰκημένην Ἄργιλον πόλιν Ἑλλάδα παρεξήιε · αὕτη δὲ καὶ κατύπερθε ταύτης καλέεται Βισαλτίη . Ἐνθεῦτεν δὲ κόλπον τὸν ἐπὶ Ποσιδηίου ἐξ ἀριστερῆς χειρὸς ἔχων ἤιε διὰ Συλέος πεδίου καλεομένου , Στάγιρον πόλιν Ἑλλάδα παραμειβόμενος , καὶ ἀπίκετο ἐς Ἄκανθον , ἅμα ἀγόμενος τούτων ἕκαστον τῶν ἐθνέων καὶ τῶν περὶ τὸ Πάγγαιον ὄρος οἰκεόντων , ὁμοίως καὶ τῶν πρότερον κατέλεξα , τοὺς μὲν παρὰ θάλασσαν ἔχων οἰκημένους ἐν νηυσὶ στρατευομένους , τοὺς δ’ ὑπὲρ θαλάσσης πεζῇ ἑπομένους . Τὴν δὲ ὁδὸν ταύτην , τῇ βασιλεὺς Ξέρξης τὸν στρατὸν ἤλασε , οὔτε συγχέουσι Θρήικες οὔτ’ ἐπισπείρουσι , σέβονταί τε μεγάλως τὸ μέχρι ἐμέο .
7.116 Ὡς δὲ ἄρα ἐς τὴν Ἄκανθον ἀπίκετο , ξεινίην τε Ξέρξης τοῖσι Ἀκανθίοισι προεῖπε καὶ ἐδωρήσατό σφεας ἐσθῆτι Μηδικῇ ἐπαίνεέ τε , ὁρέων αὐτοὺς προθύμους ἐόντας ἐς τὸν πόλεμον καὶ τὸ ὄρυγμα ἀκούων . . . . .