7.111 Σάτραι δὲ οὐδενός κω ἀνθρώπων ὑπήκοοι ἐγένοντο ὅσον ἡμεῖς ἴδμεν , ἀλλὰ διατελέουσι τὸ μέχρι ἐμέο αἰεὶ ἐόντες ἐλεύθεροι μοῦνοι Θρηίκων · οἰκέουσί τε γὰρ ὄρεα ὑψηλά , ἴδῃσί τε παντοίῃσι καὶ χιόνι συνηρεφέα , καί εἰσι τὰ πολέμια ἄκροι . Οὗτοι οἱ τοῦ Διονύσου τὸ μαντήιόν εἰσι ἐκτημένοι · τὸ δὲ μαντήιον τοῦτο ἐστὶ μὲν ἐπὶ τῶν ὀρέων τῶν ὑψηλοτάτων · Βησσοὶ δὲ τῶν Σατρέων εἰσὶ οἱ προφητεύοντες τοῦ ἱροῦ , πρόμαντις δὲ χρέωσα κατά περ ἐν Δελφοῖσι , καὶ οὐδὲν ποικιλώτερον . ʹ
7.112 Παραμειψάμενος δὲ Ξέρξης τὴν εἰρημένην δεύτερα τούτων παραμείβετο τείχεα τὰ Πιέρων , τῶν ἑνὶ Φάγρης ἐστὶ οὔνομα καὶ ἑτέρῳ Πέργαμος . Ταύτῃ μὲν δὴ παρ’ αὐτὰ τὰ τείχεα τὴν ὁδὸν ἐποιέετο , ἐκ δεξιῆς χειρὸς τὸ Πάγγαιον ὄρος ἀπέργων , ἐὸν μέγα τε καὶ ὑψηλόν , ἐν τῷ χρύσεά τε καὶ ἀργύρεα ἔνι μέταλλα , τὰ νέμονται Πίερές τε καὶ Ὀδόμαντοι καὶ μάλιστα Σάτραι .
7.113 Ὑπεροικέοντας δὲ τὸ Πάγγαιον πρὸς βορέω ἀνέμου Παίονας Δόβηράς τε καὶ Παιόπλας παρεξιὼν ἤιε πρὸς ἑσπέρην , ἐς ἀπίκετο ἐπὶ ποταμόν τε Στρυμόνα καὶ πόλιν Ἠιόνα , τῆς ἔτι ζωὸς ἐὼν ἦρχε Βόγης , τοῦ περ ὀλίγῳ πρότερον τούτων λόγον ἐποιεύμην . δὲ γῆ αὕτη περὶ τὸ Πάγγαιον ὄρος καλέεται Φυλλίς , κατατείνουσα τὰ μὲν πρὸς ἑσπέρην ἐπὶ ποταμὸν Ἀγγίτην ἐκδιδόντα ἐς τὸν Στρυμόνα , τὰ δὲ πρὸς μεσαμβρίην τείνουσα ἐς αὐτὸν τὸν Στρυμόνα , ἐς τὸν οἱ μάγοι ἐκαλλιερέοντο σφάζοντες ἵππους λευκούς .