7.109 Διαβὰς δὲ τοῦ Λίσου ποταμοῦ τὸ ῥέεθρον ἀπεξηρασμένον πόλις Ἑλληνίδας τάσδε παραμείβετο , Μαρώνειαν , Δίκαιαν , Ἄβδηρα . Ταύτας τε δὴ παρεξήιε καὶ κατὰ ταύτας λίμνας ὀνομαστὰς τάσδε · Μαρωνείης μὲν μεταξὺ καὶ Στρύμης κειμένην Ἰσμαρίδα , κατὰ δὲ Δίκαιαν Βιστονίδα , ἐς τὴν ποταμοὶ δύο ἐσιεῖσι τὸ ὕδωρ , Τραῦός τε καὶ Κόμψατος · κατὰ δὲ Ἄβδηρα λίμνην μὲν οὐδεμίαν ἐοῦσαν ὀνομαστὴν παραμείψατο Ξέρξης , ποταμὸν δὲ Νέστον ῥέοντα ἐς θάλασσαν . Μετὰ δὲ ταύτας τὰς χώρας ἰὼν Θασίων τὰς ἠπειρώτιδας πόλις παρήιε , τῶν ἐν μιῇ λίμνη ἐοῦσα τυγχάνει ὡσεὶ τριήκοντα σταδίων μάλιστά κῃ τὴν περίοδον , ἰχθυώδης τε καὶ κάρτα ἁλμυρή · ταύτην τὰ ὑποζύγια μοῦνα ἀρδόμενα ἀνεξήρηνε · τῇ δὲ πόλι ταύτῃ οὔνομά ἐστι Πίστυρος . Ταύτας μὲν δὴ τὰς πόλις τὰς παραθαλασσίας τε καὶ Ἑλληνίδας ἐξ εὐωνύμου χειρὸς ἀπέργων παρεξήιε ·
7.110 ἔθνεα δὲ Θρηίκων δι’ ὧν τῆς χώρης ὁδὸν ἐποιέετο τοσάδε · Παῖτοι , Κίκονες , Βίστονες , Σαπαῖοι , Δερσαῖοι , Ἠδωνοί , Σάτραι . Τούτων οἱ μὲν παρὰ θάλασσαν κατοικημένοι ἐν τῇσι νηυσὶ εἵποντο · οἱ δὲ αὐτῶν τὴν μεσόγαιαν οἰκέοντες καταλεχθέντες τε ὑπ’ ἐμέο , πλὴν Σατρέων οἱ ἄλλοι πάντες πεζῇ ἀναγκαζόμενοι εἵποντο .