7.104 Πρὸς ταῦτα Δημάρητος λέγει · ʹ βασιλεῦ , ἀρχῆθεν ἠπιστάμην ὅτι ἀληθείῃ χρεώμενος οὐ φίλα τοι ἐρέω · σὺ δὲ ἐπεὶ ἠνάγκασας λέγειν τῶν λόγων τοὺς ἀληθεστάτους , ἔλεγον τὰ κατήκοντα Σπαρτιήτῃσι . Καίτοι ὡς ἐγὼ τυγχάνω τὰ νῦν τάδε ἐστοργὼς ἐκείνους , αὐτὸς μάλιστα ἐξεπίστεαι , οἵ με τιμήν τε καὶ γέρεα ἀπελόμενοι πατρώια ἄπολίν τε καὶ φυγάδα πεποιήκασι , πατὴρ δὲ σὸς ὑποδεξάμενος βίον τέ μοι καὶ οἶκον ἔδωκε . Οὐκ ὦν οἰκός ἐστι ἄνδρα τὸν σώφρονα εὐνοίην φαινομένην διωθέεσθαι , ἀλλὰ στέργειν μάλιστα . Ἐγὼ δὲ οὔτε δέκα ἀνδράσι ὑπίσχομαι οἷός τε εἶναι μάχεσθαι οὔτε δυοῖσι , ἑκών τε εἶναι οὐδ’ ἂν μουνομαχέοιμι · εἰ δὲ ἀναγκαίη εἴη μέγας τις ἐποτρύνων ἀγών , μαχοίμην ἂν πάντων ἥδιστα ἑνὶ τούτων τῶν ἀνδρῶν οἳ Ἑλλήνων ἕκαστός φησι τριῶν ἄξιος εἶναι . Ὣς δὲ καὶ Λακεδαιμόνιοι κατὰ μὲν ἕνα μαχόμενοι οὐδαμῶν εἰσι κακίονες ἀνδρῶν , ἀλέες δὲ ἄριστοι ἀνδρῶν ἁπάντων . Ἐλεύθεροι γὰρ ἐόντες οὐ πάντα ἐλεύθεροί εἰσι · ἔπεστι γάρ σφι δεσπότης νόμος , τὸν ὑποδειμαίνουσι πολλῷ ἔτι μᾶλλον οἱ σοὶ σέ · ποιεῦσι γῶν τὰ ἂν ἐκεῖνος ἀνώγῃ · ἀνώγει δὲ τὠυτὸ αἰεί , οὐκ ἐῶν φεύγειν οὐδὲν πλῆθος ἀνθρώπων ἐκ μάχης , ἀλλὰ μένοντας ἐν τῇ τάξι ἐπικρατέειν ἀπόλλυσθαι . Σοὶ δὲ εἰ φαίνομαι ταῦτα λέγων φλυηρέειν , ἀλλὰ σιγᾶν θέλω τὸ λοιπόν · νῦν δὲ ἀναγκασθεὶς ἔλεξα . Γένοιτο μέντοι κατὰ νόον τοι , βασιλεῦ . ʹ