7.103 Ταῦτα ἀκούσας Ξέρξης γελάσας ἔφη · ʹ Δημάρητε , οἷον ἐφθέγξαο ἔπος , ἄνδρας χιλίους στρατιῇ τοσῇδε μαχήσεσθαι ; Ἄγε , εἰπέ μοι . Σὺ φὴς τούτων τῶν ἀνδρῶν βασιλεὺς αὐτὸς γενέσθαι · σὺ ὦν ἐθελήσεις αὐτίκα μάλα πρὸς ἄνδρας δέκα μάχεσθαι ; Καίτοι εἰ τὸ πολιτικὸν ὑμῖν πᾶν ἐστι τοιοῦτο οἷον σὺ διαιρέεις , σέ γε τὸν κείνων βασιλέα πρέπει πρὸς τὸ διπλήσιον ἀντιτάσσεσθαι κατὰ νόμους τοὺς ὑμετέρους . Εἰ γὰρ κείνων ἕκαστος δέκα ἀνδρῶν τῆς στρατιῆς τῆς ἐμῆς ἀντάξιός ἐστι , σὲ δέ γε δίζημαι εἴκοσι εἶναι ἀντάξιον · καὶ οὕτω μὲν ὀρθοῖτ’ ἂν λόγος παρὰ σέο εἰρημένος . Εἰ δὲ τοιοῦτοί τε ἐόντες καὶ μεγάθεα τοσοῦτοι ὅσοι σύ τε καὶ οἳ παρ’ ἐμὲ φοιτῶσι Ἑλλήνων ἐς λόγους , αὐχέετε τοσοῦτο , ὅρα μὴ μάτην κόμπος λόγος οὗτος εἰρημένος . Ἐπεὶ φέρε ἴδω παντὶ τῷ οἰκότι . Κῶς ἂν δυναίατο χίλιοι καὶ μύριοι καὶ πεντακισμύριοι , ἐόντες γε ἐλεύθεροι πάντες ὁμοίως καὶ μὴ ὑπ’ ἑνὸς ἀρχόμενοι , στρατῷ τοσῷδε ἀντιστῆναι ; Ἐπεί τοι πλέονες περὶ ἕνα ἕκαστον γινόμεθα χίλιοι , ἐόντων ἐκείνων πέντε χιλιάδων . Ὑπὸ μὲν γὰρ ἑνὸς ἀρχόμενοι κατὰ τρόπον τὸν ἡμέτερον γενοίατ’ ἂν δειμαίνοντες τοῦτον καὶ παρὰ τὴν ἑωυτῶν φύσιν ἀμείνονες , καὶ ἴοιεν ἀναγκαζόμενοι μάστιγι ἐς πλέονας ἐλάσσονες ἐόντες · ἀνειμένοι δὲ ἐς τὸ ἐλεύθερον οὐκ ἂν ποιοῖεν τούτων οὐδέτερα . Δοκέω δὲ ἔγωγε καὶ ἀνισωθέντας πλήθεϊ χαλεπῶς ἂν Ἕλληνας Πέρσῃσι μούνοισι μάχεσθαι · ἀλλὰ παρ’ ἡμῖν μὲν μούνοισι τοῦτό ἐστι τὸ σὺ λέγεις , ἔστι γε μέντοι οὐ πολλὸν ἀλλὰ σπάνιον . Εἰσὶ γὰρ Περσέων τῶν ἐμῶν αἰχμοφόρων οἳ ἐθελήσουσι Ἑλλήνων ἀνδράσι τρισὶ ὁμοῦ μάχεσθαι · τῶν σὺ ἐὼν ἄπειρος πολλὰ φλυηρέεις . ʹ