7.105 μὲν δὴ ταῦτα ἀμείψατο , Ξέρξης δὲ ἐς γέλωτά τε ἔτρεψε καὶ οὐκ ἐποιήσατο ὀργὴν οὐδεμίαν , ἀλλ’ ἠπίως αὐτὸν ἀπεπέμψατο . Τούτῳ δὲ ἐς λόγους ἐλθὼν Ξέρξης καὶ ὕπαρχον ἐν τῷ Δορίσκῳ τούτῳ καταστήσας Μασκάμην τὸν Μεγαδόστεω , τὸν δὲ ὑπὸ Δαρείου σταθέντα καταπαύσας , ἐξήλαυνε τὸν στρατὸν διὰ τῆς Θρηίκης ἐπὶ τὴν Ἑλλάδα .
7.106 Κατέλιπε δὲ ἄνδρα τοιόνδε Μασκάμην γενόμενον , τῷ μούνῳ Ξέρξης δῶρα πέμπεσκε ὡς ἀριστεύοντι πάντων ὅσους αὐτὸς κατέστησε Δαρεῖος ὑπάρχους , πέμπεσκε δὲ ἀνὰ πᾶν ἔτος · ὣς δὲ καὶ Ἀρτοξέρξης Ξέρξεω τοῖσι Μασκαμείοισι ἐκγόνοισι . Κατέστασαν γὰρ ἔτι πρότερον ταύτης τῆς ἐλάσιος ὕπαρχοι ἐν τῇ Θρηίκῃ καὶ τοῦ Ἑλλησπόντου πανταχῇ . Οὗτοι ὦν πάντες , οἵ τε ἐκ Θρηίκης καὶ τοῦ Ἑλλησπόντου , πλὴν τοῦ ἐν Δορίσκῳ , ὑπὸ Ἑλλήνων ὕστερον ταύτης τῆς στρατηλασίης ἐξαιρέθησαν · τὸν δὲ ἐν Δορίσκῳ Μασκάμην οὐδαμοί κω ἐδυνάσθησαν ἐξελεῖν , πολλῶν πειρησαμένων . Διὰ τοῦτο δέ οἱ τὰ δῶρα πέμπεται παρὰ τοῦ βασιλεύοντος αἰεὶ ἐν Πέρσῃσι .