7.102 ʹ Βασιλεῦ , ἐπειδὴ ἀληθείῃ διαχρήσασθαι πάντως κελεύεις ταῦτα λέγοντα τὰ μὴ ψευδόμενός τις ὕστερον ὑπὸ σέο ἁλώσεται , τῇ Ἑλλάδι πενίη μὲν αἰεί κοτε σύντροφός ἐστι , ἀρετὴ δὲ ἔπακτός ἐστι , ἀπό τε σοφίης κατεργασμένη καὶ νόμου ἰσχυροῦ · τῇ διαχρεωμένη Ἑλλὰς τήν τε πενίην ἀπαμύνεται καὶ τὴν δεσποσύνην . Αἰνέω μέν νυν πάντας τοὺς Ἕλληνας τοὺς περὶ ἐκείνους τοὺς Δωρικοὺς χώρους οἰκημένους , ἔρχομαι δὲ λέξων οὐ περὶ πάντων τούσδε τοὺς λόγους , ἀλλὰ περὶ Λακεδαιμονίων μούνων · πρῶτα μὲν ὅτι οὐκ ἔστι ὅκως κοτὲ σοὺς δέξονται λόγους δουλοσύνην φέροντας τῇ Ἑλλάδι , αὖτις δὲ ὡς ἀντιώσονταί τοι ἐς μάχην καὶ ἢν οἱ ἄλλοι Ἕλληνες πάντες τὰ σὰ φρονέωσι . Ἀριθμοῦ δὲ πέρι μὴ πύθῃ ὅσοι τινὲς ἐόντες ταῦτα ποιέειν οἷοί τέ εἰσι · ἤν τε γὰρ τύχωσι ἐξεστρατευμένοι χίλιοι , οὗτοι μαχήσονταί τοι , ἤν τε ἐλάσσονες τούτων , ἤν τε καὶ πλέονες . ʹ ʹ