7.101 Ὡς δὲ καὶ ταύτας διεξέπλωσε καὶ ἐξέβη ἐκ τῆς νεός , μετεπέμψατο Δημάρητον τὸν Ἀρίστωνος συστρατευόμενον αὐτῷ ἐπὶ τὴν Ἑλλάδα , καλέσας δ’ αὐτὸν εἴρετο τάδε · ʹ Δημάρητε , νῦν μοι σὲ ἡδύ τι ἐστὶ εἰρέσθαι τὰ θέλω . Σὺ εἶς Ἕλλην τε καὶ , ὡς ἐγὼ πυνθάνομαι σέο τε καὶ τῶν ἄλλων Ἑλλήνων τῶν ἐμοὶ ἐς λόγους ἀπικνεομένων , πόλιος οὔτ’ ἐλαχίστης οὔτ’ ἀσθενεστάτης . Νῦν ὦν μοι τόδε φράσον , εἰ Ἕλληνες ὑπομενέουσι χεῖρας ἐμοὶ ἀνταειρόμενοι . Οὐ γάρ , ὡς ἐγὼ δοκέω , οὐδ’ εἰ πάντες Ἕλληνες καὶ οἱ λοιποὶ οἱ πρὸς ἑσπέρης οἰκέοντες ἄνθρωποι συλλεχθείησαν , οὐκ ἀξιόμαχοί εἰσι ἐμὲ ἐπιόντα ὑπομεῖναι , μὴ ἐόντες ἄρθμιοι . Θέλω μέντοι καὶ τὸ ἀπὸ σέο , ὁκοῖόν τι περὶ αὐτῶν λέγεις , πυθέσθαι . ʹ μὲν ταῦτα εἰρώτα , δὲ ὑπολαβὼν ἔφη · ʹ Βασιλεῦ , κότερα ἀληθείῃ χρήσωμαι πρὸς σὲ ἡδονῇ ; ʹ δέ μιν ἀληθείῃ χρήσασθαι ἐκέλευε , φὰς οὐδέν οἱ ἀηδέστερον ἔσεσθαι πρότερον ἦν . Ὡς δὲ ταῦτα ἤκουσε Δημάρητος , ἔλεγε τάδε ·