7.100 Ἐς μὲν τοσόνδε ναυτικὸς στρατὸς εἴρηται . Ξέρξης δέ , ἐπεὶ ἠριθμήθη τε καὶ διετάχθη στρατός , ἐπεθύμησε αὐτός σφεας διεξελάσας θεήσασθαι . Μετὰ δὲ ἐποίεε ταῦτα , καὶ διεξελαύνων ἐπὶ ἅρματος παρὰ ἔθνος ἓν ἕκαστον ἐπυνθάνετο , καὶ ἀπέγραφον οἱ γραμματισταί , ἕως ἐξ ἐσχάτων ἐς ἔσχατα ἀπίκετο καὶ τῆς ἵππου καὶ τοῦ πεζοῦ . Ὡς δὲ ταῦτά οἱ ἐπεποίητο , τῶν νεῶν κατελκυσθεισέων ἐς θάλασσαν , ἐνθαῦτα Ξέρξης μετεκβὰς ἐκ τοῦ ἅρματος ἐς νέα Σιδωνίην ἵζετο ὑπὸ σκηνῇ χρυσέῃ καὶ παρέπλεε παρὰ τὰς πρῴρας τῶν νεῶν , ἐπειρωτῶν τε ἑκάστας ὁμοίως καὶ τὸν πεζὸν καὶ ἀπογραφόμενος . Τὰς δὲ νέας οἱ ναύαρχοι ἀναγαγόντες ὅσον τε τέσσερα πλέθρα ἀπὸ τοῦ αἰγιαλοῦ ἀνεκώχευον , τὰς πρῴρας ἐς γῆν τρέψαντες πάντες μετωπηδὸν καὶ ἐξοπλίσαντες τοὺς ἐπιβάτας ὡς ἐς πόλεμον . δ’ ἐντὸς τῶν πρῳρέων πλέων ἐθηεῖτο καὶ τοῦ αἰγιαλοῦ .