7.99 Τῶν μέν νυν ἄλλων οὐ παραμέμνημαι ταξιάρχων ὡς οὐκ ἀναγκαζόμενος , Ἀρτεμισίης δέ , τῆς μάλιστα θῶμα ποιεῦμαι ἐπὶ τὴν Ἑλλάδα στρατευσαμένης γυναικός , ἥτις , ἀποθανόντος τοῦ ἀνδρὸς αὐτή τε ἔχουσα τὴν τυραννίδα καὶ παιδὸς ὑπάρχοντος νεηνίεω , ὑπὸ λήματός τε καὶ ἀνδρηίης ἐστρατεύετο , οὐδεμιῆς οἱ ἐούσης ἀναγκαίης . Οὔνομα μὲν δὴ ἦν αὐτῇ Ἀρτεμισίη , θυγάτηρ δὲ ἦν Λυγδάμιος , γένος δὲ ἐξ Ἁλικαρνησσοῦ τὰ πρὸς πατρός , τὰ μητρόθεν δὲ Κρῆσσα . Ἡγεμόνευε δὲ Ἁλικαρνησσέων τε καὶ Κῴων καὶ Νισυρίων τε καὶ Καλυμνίων , πέντε νέας παρεχομένη . Καὶ συναπάσης τῆς στρατιῆς , μετά γε τὰς Σιδωνίων , νέας εὐδοξοτάτας παρείχετο , πάντων δὲ τῶν συμμάχων γνώμας ἀρίστας βασιλέϊ ἀπεδέξατο . Τῶν δὲ κατέλεξα πολίων ἡγεμονεύειν αὐτὴν τὸ ἔθνος ἀποφαίνω πᾶν ἐὸν Δωρικόν , Ἁλικαρνησσέας μὲν Τροιζηνίους , τοὺς δὲ ἄλλους Ἐπιδαυρίους .