7.97 Τοῦ δὲ ναυτικοῦ ἐστρατήγεον οἵδε · Ἀριαβίγνης τε Δαρείου καὶ Πρηξάσπης Ἀσπαθίνεω καὶ Μεγάβαζος Μεγαβάτεω καὶ Ἀχαιμένης Δαρείου · τῆς μὲν Ἰάδος τε καὶ Καρικῆς στρατιῆς Ἀριαβίγνης Δαρείου τε παῖς καὶ τῆς Γωβρύεω θυγατρός , Αἰγυπτίων δὲ ἐστρατήγεε Ἀχαιμένης , Ξέρξεω ἐὼν ἀπ’ ἀμφοτέρων ἀδελφεός , τῆς δὲ ἄλλης στρατιῆς ἐστρατήγεον οἱ δύο . Τριηκόντεροι δὲ καὶ πεντηκόντεροι καὶ κέρκουροι καὶ ἱππαγωγὰ πλοῖα σμικρὰ συνελθόντα ἐς τὸν ἀριθμὸν ἐφάνη τρισχίλια .
7.98 Τῶν δὲ ἐπιπλεόντων μετά γε τοὺς στρατηγοὺς οἵδε ἦσαν ὀνομαστότατοι · Σιδώνιος Τετράμνηστος Ἀνύσου , καὶ Τύριος Ματτὴν Εἰρώμου , καὶ Ἀράδιος Μέρβαλος Ἀγβάλου , καὶ Κίλιξ Συέννεσις Ὠρομέδοντος , καὶ Λύκιος Κύβερνις Κοσσίκα , καὶ Κύπριοι Γόργος τε Χέρσιος καὶ Τιμῶναξ Τιμαγόρεω , καὶ Καρῶν Ἱστιαῖός τε Τύμνεω καὶ Πίγρης Ὑσσελδώμου καὶ Δαμασίθυμος Κανδαύλεω .