7.95 Νησιῶται δὲ ἑπτακαίδεκα παρείχοντο νέας , ὡπλισμένοι ὡς Ἕλληνες · καὶ τοῦτο Πελασγικὸν ἔθνος , ὕστερον δὲ Ἰωνικὸν ἐκλήθη κατὰ τὸν αὐτὸν λόγον καὶ οἱ δυωδεκαπόλιες Ἴωνες οἱ ἀπ’ Ἀθηνέων . Αἰολέες δὲ ἑξήκοντα νέας παρείχοντο , ἐσκευασμένοι τε ὡς Ἕλληνες καὶ τὸ πάλαι καλεόμενοι Πελασγοί , ὡς Ἑλλήνων λόγος . Ἑλλησπόντιοι δὲ πλὴν Ἀβυδηνῶν Ἀβυδηνοῖσι γὰρ προσετέτακτο ἐκ βασιλέος κατὰ χώρην μένουσι φύλακας εἶναι τῶν γεφυρέων οἱ δὲ λοιποὶ οἱ ἐκ τοῦ Πόντου στρατευόμενοι παρείχοντο μὲν ἑκατὸν νέας , ἐσκευασμένοι δὲ ἦσαν ὡς Ἕλληνες · οὗτοι δὲ Ἰώνων καὶ Δωριέων ἄποικοι .
7.96 Ἐπεβάτευον δὲ ἐπὶ πασέων τῶν νεῶν Πέρσαι καὶ Μῆδοι καὶ Σάκαι . Τούτων δὲ ἄριστα πλεούσας παρείχοντο νέας Φοίνικες καὶ Φοινίκων Σιδώνιοι . ? Τούτοισι πᾶσι καὶ τοῖσι ἐς τὸν πεζὸν τεταγμένοισι αὐτῶν ἐπῆσαν ἑκάστοισι ἐπιχώριοι ἡγεμόνες , τῶν ἐγώ , οὐ γὰρ ἀναγκαίῃ ἐξέργομαι ἐς ἱστορίης λόγον , οὐ παραμέμνημαι · οὔτε γὰρ ἔθνεος ἑκάστου ἐπάξιοι ἦσαν οἱ ἡγεμόνες , ἔν τε ἔθνεϊ ἑκάστῳ ὅσαι περ πόλιες τοσοῦτοι καὶ ἡγεμόνες ἦσαν . Εἵποντο δὲ ὡς οὐ στρατηγοὶ ἀλλ’ ὥσπερ οἱ ἄλλοι στρατευόμενοι δοῦλοι , ἐπεὶ στρατηγοί γε οἱ τὸ πᾶν ἔχοντες κράτος καὶ ἄρχοντες τῶν ἐθνέων ἑκάστων , ὅσοι αὐτῶν ἦσαν Πέρσαι , εἰρέαταί μοι .