7.91 οὗτοι δ’ αὖ περὶ μὲν τῇσι κεφαλῇσι κράνεα ἐπιχώρια , λαισήιά τε εἶχον ἀντ’ ἀσπίδων ὠμοβοέης πεποιημένα , καὶ κιθῶνας εἰρινέους ἐνδεδυκότες · δύο δὲ ἀκόντια ἕκαστος καὶ ξίφος εἶχον , ἀγχοτάτω τῇσι Αἰγυπτίῃσι μαχαίρῃσι πεποιημένα · οὗτοι τὸ μὲν παλαιὸν Ὑπαχαιοὶ ἐκαλέοντο , ἐπὶ δὲ Κίλικος τοῦ Ἀγήνορος ἀνδρὸς Φοίνικος ἔσχον τὴν ἐπωνυμίην . Πάμφυλοι δὲ τριήκοντα παρείχοντο νέας Ἑλληνικοῖσι ὅπλοισι ἐσκευασμένοι . Οἱ δὲ Πάμφυλοι οὗτοι εἰσὶ τῶν ἐκ Τροίης ἀποσκεδασθέντων ἅμα Ἀμφιλόχῳ καὶ Κάλχαντι .
7.92 Λύκιοι δὲ παρείχοντο νέας πεντήκοντα , θωρηκοφόροι τε ἐόντες καὶ κνημιδοφόροι , εἶχον δὲ τόξα κρανέϊνα καὶ ὀϊστοὺς καλαμίνους ἀπτέρους καὶ ἀκόντια , ἐπὶ δὲ αἰγὸς δέρματα περὶ τοὺς ὤμους αἰωρεόμενα , περὶ δὲ τῇσι κεφαλῇσι πίλους πτεροῖσι περιεστεφανωμένους · ἐγχειρίδια δὲ καὶ δρέπανα εἶχον · Λύκιοι δὲ Τερμίλαι ἐκαλέοντο ἐκ Κρήτης γεγονότες , ἐπὶ δὲ Λύκου τοῦ Πανδίονος ἀνδρὸς Ἀθηναίου ἔσχον τὴν ἐπωνυμίην .
7.93 Δωριέες δὲ οἱ ἐκ τῆς Ἀσίης τριήκοντα παρείχοντο νέας , ἔχοντές τε Ἑλληνικὰ ὅπλα καὶ γεγονότες ἀπὸ Πελοποννήσου . Κᾶρες δὲ ἑβδομήκοντα παρείχοντο νέας , τὰ μὲν ἄλλα κατά περ Ἕλληνες ἐσταλμένοι , εἶχον δὲ καὶ δρέπανα καὶ ἐγχειρίδια · οὗτοι δὲ οἵτινες πρότερον ἐκαλέοντο , ἐν τοῖσι πρώτοισι τῶν λόγων εἴρηται .
7.94 Ἴωνες δὲ ἑκατὸν νέας παρείχοντο , ἐσκευασμένοι ὡς Ἕλληνες · Ἴωνες δὲ ὅσον μὲν χρόνον ἐν Πελοποννήσῳ οἴκεον τὴν νῦν καλεομένην Ἀχαιίην καὶ πρὶν Δαναόν τε καὶ Ξοῦθον ἀπικέσθαι ἐς Πελοπόννησον , ὡς Ἕλληνες λέγουσι , ἐκαλέοντο Πελασγοὶ Αἰγιαλέες , ἐπὶ δὲ Ἴωνος τοῦ Ξούθου Ἴωνες .