7.89 Τῶν δὲ τριηρέων ἀριθμὸς μὲν ἐγένετο ἑπτὰ καὶ διηκόσιαι καὶ χίλιαι , παρείχοντο δὲ αὐτὰς οἵδε . Φοίνικες μὲν σὺν Συρίοισι τοῖσι ἐν τῇ Παλαιστίνῃ τριηκοσίας , ὧδε ἐσκευασμένοι · περὶ μὲν τῇσι κεφαλῇσι κυνέας εἶχον ἀγχοτάτω πεποιημένας τρόπον τὸν Ἑλληνικόν , ἐνδεδυκότες δὲ θώρηκας λινέους · ἀσπίδας δὲ ἴτυς οὐκ ἐχούσας εἶχον καὶ ἀκόντια . Οὗτοι δὲ οἱ Φοίνικες τὸ παλαιὸν οἴκεον , ὡς αὐτοὶ λέγουσι , ἐπὶ τῇ Ἐρυθρῇ θαλάσσῃ , ἐνθεῦτεν δὲ ὑπερβάντες τῆς Συρίης οἰκέουσι τὰ παρὰ θάλασσαν · τῆς δὲ Συρίης τοῦτο τὸ χωρίον καὶ τὸ μέχρι Αἰγύπτου πᾶν Παλαιστίνη καλέεται . Αἰγύπτιοι δὲ νέας παρείχοντο διηκοσίας · οὗτοι δὲ εἶχον περὶ μὲν τῇσι κεφαλῇσι κράνεα χηλευτά , ἀσπίδας δὲ κοίλας τὰς ἴτυς μεγάλας ἐχούσας , καὶ δόρατά τε ναύμαχα καὶ τύχους μεγάλους · τὸ δὲ πλῆθος αὐτῶν θωρηκοφόροι ἦσαν , μαχαίρας δὲ μεγάλας εἶχον ·
7.90 οὗτοι μὲν οὕτω ἐστάλατο . Κύπριοι δὲ παρείχοντο νέας πεντήκοντα καὶ ἑκατόν , ἐσκευασμένοι ὧδε · τὰς μὲν κεφαλὰς εἱλίχατο μίτρῃσι οἱ βασιλέες αὐτῶν , οἱ δὲ ἄλλοι εἶχον κιτάρις , τὰ δὲ ἄλλα κατά περ Ἕλληνες · τούτων δὲ τοσάδε ἔθνεά ἐστι · οἱ μὲν ἀπὸ Σαλαμῖνος καὶ Ἀθηνέων , οἱ δὲ ἀπὸ Ἀρκαδίης , οἱ δὲ ἀπὸ Κύθνου , οἱ δὲ ἀπὸ Φοινίκης , οἱ δὲ ἀπὸ Αἰθιοπίης , ὡς αὐτοὶ Κύπριοι λέγουσι . Κίλικες δὲ ἑκατὸν παρείχοντο νέας ·