7.87 Ταῦτα τὰ ἔθνεα μοῦνα ἵππευε · ἀριθμὸς δὲ τῆς ἵππου ἐγένετο ὀκτὼ μυριάδες , πάρεξ τῶν καμήλων καὶ τῶν ἁρμάτων . Οἱ μέν νυν ἄλλοι ἱππέες ἐτετάχατο κατὰ τέλεα , Ἀράβιοι δὲ ἔσχατοι ἐπετετάχατο · ἅτε γὰρ τῶν ἵππων οὔτι ἀνεχομένων τὰς καμήλους ὕστεροι ἐτετάχατο , ἵνα μὴ φοβέοιτο τὸ ἱππικόν .
7.88 Ἵππαρχοι δὲ ἦσαν Ἁρμαμίθρης τε καὶ Τίθαιος Δάτιος παῖδες . δὲ τρίτος σφι συνίππαρχος φαρνούχης κατελέλειπτο ἐν Σάρδισι νοσέων . Ὡς γὰρ ὁρμῶντο ἐκ Σαρδίων , ἐς συμφορὴν ἐνέπεσε ἀνεθέλητον · ἐλαύνοντι γάρ οἱ ὑπὸ τοὺς πόδας τοῦ ἵππου ὑπέδραμε κύων , καὶ ἵππος οὐ προϊδὼν ἐφοβήθη τε καὶ στὰς ὀρθὸς ἀπεσείσατο τὸν Φαρνούχεα · πεσὼν δὲ αἷμά τε ἤμεε καὶ ἐς φθίσιν περιῆλθε νοῦσος . Τὸν δὲ ἵππον αὐτίκα κατ’ ἀρχὰς ἐποίησαν οἱ οἰκέται ὡς ἐκέλευε · ἐς τὸν χῶρον ἐν τῷ περ κατέβαλε τὸν δεσπότην ἀπαγαγόντες , ἐν τοῖσι γούνασι ἀπέταμον τὰ σκέλεα . Φαρνούχης μὲν οὕτω παρελύθη τῆς ἡγεμονίης .