7.85 Εἰσὶ δέ τινες νομάδες ἄνθρωποι , Σαγάρτιοι καλεόμενοι , ἔθνος μὲν Περσικὸν καὶ φωνῇ , σκευὴν δὲ μεταξὺ ἔχουσι πεποιημένην τῆς τε Περσικῆς καὶ τῆς Πακτυϊκῆς · οἳ παρείχοντο μὲν ἵππον ὀκτακισχιλίην , ὅπλα δὲ οὐ νομίζουσι ἔχειν οὔτε χάλκεα οὔτε σιδήρεα ἔξω ἐγχειριδίων , χρέωνται δὲ σειρῇσι πεπλεγμένῃσι ἐξ ἱμάντων · ταύτῃσι πίσυνοι ἔρχονται ἐς πόλεμον . δὲ μάχη τούτων τῶν ἀνδρῶν ἥδε · ἐπεὰν συμμίσγωσι τοῖσι πολεμίοισι , βάλλουσι τὰς σειρὰς ἐπ’ ἄκρῳ βρόχους ἐχούσας · ὅτεο δ’ ἂν τύχῃ , ἤν τε ἵππου ἤν τε ἀνθρώπου , ἐπ’ ἑωυτὸν ἕλκει · οἱ δὲ ἐν ἕρκεσι ἐμπαλασσόμενοι διαφθείρονται . Τούτων μὲν αὕτη μάχη , καὶ ἐπετετάχατο ἐς τοὺς Πέρσας .
7.86 Μῆδοι δὲ τήν περ ἐν τῷ πεζῷ εἶχον σκευήν · καὶ Κίσσιοι ὡσαύτως . Ἰνδοὶ δὲ σκευῇ μὲν ἐσεσάχατο τῇ αὐτῇ καὶ ἐν τῷ πεζῷ , ἤλαυνον δὲ κέλητας καὶ ἅρματα · ὑπὸ δὲ τοῖσι ἅρμασι ὑπῆσαν ἵπποι καὶ ὄνοι ἄγριοι . Βάκτριοι δὲ ἐσκευάδατο ὡσαύτως καὶ ἐν τῷ πεζῷ · καὶ Κάσπιοι ὁμοίως . Λίβυες δὲ καὶ αὐτοὶ κατά περ ἐν τῷ πεζῷ · ἤλαυνον δὲ καὶ οὗτοι πάντες ἅρματα . Ὣς δ’ αὕτως Κάσπιοι καὶ Παρικάνιοι ἐσεσάχατο ὁμοίως καὶ ἐν τῷ πεζῷ . Ἀράβιοι δὲ σκευὴν μὲν εἶχον τὴν αὐτὴν καὶ ἐν τῷ πεζῷ , ἤλαυνον δὲ πάντες καμήλους ταχυτῆτι οὐ λειπομένας ἵππων .