7.83 Οὗτοι ἦσαν στρατηγοὶ τοῦ σύμπαντος πεζοῦ χωρὶς τῶν Μυρίων . Τῶν δὲ μυρίων τούτων Περσέων τῶν ἀπολελεγμένων ἐστρατήγεε μὲν Ὑδάρνης Ὑδάρνεος . Ἐκαλέοντο δὲ Ἀθάνατοι οἱ Πέρσαι οὗτοι ἐπὶ τοῦδε · εἴ τις αὐτῶν ἐξέλειπε τὸν ἀριθμὸν θανάτῳ βιηθεὶς νούσῳ , ἄλλος ἀνὴρ ἀραίρητο , καὶ ἐγίνοντο οὐδαμὰ οὔτε πλέονες μυρίων οὔτε ἐλάσσονες . Κόσμον δὲ πλεῖστον παρείχοντο διὰ πάντων Πέρσαι καὶ αὐτοὶ ἄριστοι ἦσαν . Σκευὴν μὲν τοιαύτην εἶχον περ εἴρηται , χωρὶς δὲ χρυσόν τε πολλὸν καὶ ἄφθονον ἔχοντες ἐνέπρεπον . Ἁρμαμάξας τε ἅμα ἤγοντο , ἐν δὲ παλλακὰς καὶ θεραπηίην πολλήν τε καὶ εὖ ἐσκευασμένην . Σῖτα δέ σφι , χωρὶς τῶν ἄλλων στρατιωτέων , κάμηλοί τε καὶ ὑποζύγια ἦγον .
7.84 Ἱππεύει δὲ ταῦτα τὰ ἔθνεα · πλὴν οὐ πάντα παρείχετο ἵππον , ἀλλὰ τοσάδε μοῦνα . Πέρσαι μὲν τὴν αὐτὴν ἐσκευασμένοι καὶ πεζὸς αὐτῶν , πλὴν ἐπὶ τῇσι κεφαλῇσι εἶχον μετεξέτεροι ἔνιοι αὐτῶν καὶ χάλκεα καὶ σιδήρεα ἐξεληλαμένα ποιήματα .