7.79 Μᾶρες δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι κράνεα ἐπιχώρια πλεκτὰ εἶχον , ἀσπίδας δὲ δερματίνας σμικρὰς καὶ ἀκόντια . Κόλχοι δὲ περὶ μὲν τῇσι κεφαλῇσι κράνεα ξύλινα , ἀσπίδας δὲ ὠμοβοΐνας σμικρὰς αἰχμάς τε βραχέας , πρὸς δὲ μαχαίρας εἶχον . Μαρῶν δὲ καὶ Κόλχων ἦρχε Φαρανδάτης Τεάσπιος . Ἀλαρόδιοι δὲ καὶ Σάσπειρες κατά περ Κόλχοι ὡπλισμένοι ἐστρατεύοντο . Τούτων δὲ Μασίστιος Σιρομίτρεω ἦρχε .
7.80 Τὰ δὲ νησιωτικὰ ἔθνεα τὰ ἐκ τῆς Ἐρυθρῆς θαλάσσης ἑπόμενα , νήσων δὲ ἐν τῇσι τοὺς ἀνασπάστους καλεομένους κατοικίζει βασιλεύς , ἀγχοτάτω τῶν Μηδικῶν εἶχον ἐσθῆτά τε καὶ ὅπλα . Τούτων δὲ τῶν νησιωτέων ἦρχε Μαρδόντης Βαγαίου , ὃς ἐν Μυκάλῃ στρατηγέων δευτέρῳ ἔτεϊ τούτων ἐτελεύτησε ἐν τῇ μάχῃ .
7.81 Ταῦτα ἦν τὰ κατ’ ἤπειρον στρατευόμενά τε ἔθνεα καὶ τεταγμένα ἐς τὸν πεζόν . Τούτου ὦν τοῦ στρατοῦ ἦρχον μὲν οὗτοι οἵ περ εἰρέαται καὶ οἱ διατάξαντες καὶ ἐξαριθμήσαντες οὗτοι ἦσαν καὶ χιλιάρχας τε καὶ μυριάρχας ἀποδέξαντες · ἑκατοντάρχας δὲ καὶ δεκάρχας οἱ μυριάρχαι . Τελέων δὲ καὶ ἐθνέων ἦσαν ἄλλοι σημάντορες .
7.82 Ἦσαν μὲν δὴ οὗτοι οἵ περ εἰρέαται ἄρχοντες . Ἐστρατήγεον δὲ τούτων τε καὶ τοῦ σύμπαντος στρατοῦ τοῦ πεζοῦ Μαρδόνιός τε Γωβρύεω καὶ Τριτανταίχμης Ἀρταβάνου τοῦ γνώμην θεμένου μὴ στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα , καὶ Σμερδομένης Ὀτάνεω , Δαρείου ἀμφότεροι οὗτοι ἀδελφεῶν παῖδες , Ξέρξῃ δὲ ἐγίνοντο ἀνεψιοί , καὶ Μασίστης Δαρείου τε καὶ Ἀτόσσης παῖς καὶ Γέργις Ἀριάζου καὶ Μεγάβυζος Ζωπύρου .