7.70 Τῶν μὲν δὴ ὑπὲρ Αἰγύπτου Αἰθιόπων καὶ Ἀραβίων ἦρχε Ἀρσάμης , οἱ δὲ ἀπὸ ἡλίου ἀνατολέων Αἰθίοπες διξοὶ γὰρ δὴ ἐστρατεύοντο προσετετάχατο τοῖσι Ἰνδοῖσι , διαλλάσσοντες εἶδος μὲν οὐδὲν τοῖσι ἑτέροισι , φωνὴν δὲ καὶ τρίχωμα μοῦνον · οἱ μὲν γὰρ ἀπὸ ἡλίου Αἰθίοπες ἰθύτριχές εἰσι , οἱ δ’ ἐκ τῆς Λιβύης οὐλότατον τρίχωμα ἔχουσι πάντων ἀνθρώπων . Οὗτοι δὲ οἱ ἐκ τῆς Ἀσίης Αἰθίοπες τὰ μὲν πλέω κατά περ Ἰνδοὶ ἐσεσάχατο , προμετωπίδια δὲ ἵππων εἶχον ἐπὶ τῇσι κεφαλῇσι σύν τε τοῖσι ὠσὶ ἐκδεδαρμένα καὶ τῇ λοφιῇ · καὶ ἀντὶ μὲν λόφου λοφιὴ κατέχρα , τὰ δὲ ὦτα τῶν ἵππων ὀρθὰ πεπηγότα εἶχον · προβλήματα δὲ ἀντ’ ἀσπίδων ἐποιεῦντο γεράνων δοράς .
7.71 Λίβυες δὲ σκευὴν μὲν σκυτίνην ἤισαν ἔχοντες , ἀκοντίοισι δὲ ἐπικαύτοισι χρεώμενοι · ἄρχοντα δὲ παρείχοντο Μασσάγην τὸν Ὀαρίζου .
7.72 Παφλαγόνες δὲ ἐστρατεύοντο ἐπὶ μὲν τῇσι κεφαλῇσι κράνεα πεπλεγμένα ἔχοντες , ἀσπίδας δὲ σμικρὰς αἰχμάς τε οὐ μεγάλας , πρὸς δὲ ἀκόντια καὶ ἐγχειρίδια , περὶ δὲ τοὺς πόδας πέδιλα ἐπιχώρια ἐς μέσην κνήμην ἀνατείνοντα . Λίγυες δὲ καὶ Ματιηνοὶ καὶ Μαριανδυνοί τε καὶ Σύριοι τὴν αὐτὴν ἔχοντες Παφλαγόσι ἐστρατεύοντο · οἱ δὲ Σύριοι οὗτοι ὑπὸ Περσέων Καππαδόκαι καλέονται . Παφλαγόνων μέν νυν καὶ Ματιηνῶν Δῶτος Μεγασίδρου ἦρχε , Μαριανδυνῶν δὲ καὶ Λιγύων καὶ Συρίων Γωβρύης Δαρείου τε καὶ Ἀρτυστώνης .