7.67 Κάσπιοι δὲ σισύρνας τε ἐνδεδυκότες καὶ τόξα ἐπιχώρια καλάμινα ἔχοντες καὶ ἀκινάκεας ἐστρατεύοντο . Οὗτοι μὲν οὕτω ἐσκευάδατο , ἡγεμόνα παρεχόμενοι Ἀριόμαρδον τὸν Ἀρτυφίου ἀδελφεόν . Σαράγγαι δὲ εἵματα μὲν βεβαμμένα ἔχοντες ἐνέπρεπον , πέδιλα δὲ ἐς γόνυ ἀνατείνοντα εἶχον , τόξα δὲ καὶ αἰχμὰς Μηδικάς · Σαραγγέων δὲ ἦρχε Φερενδάτης Μεγαβάζου . Πάκτυες δὲ σισυρνοφόροι τε ἦσαν καὶ τόξα ἐπιχώρια εἶχον καὶ ἐγχειρίδια · Πάκτυες δὲ ἄρχοντα παρείχοντο Ἀρταΰντην τὸν Ἰθαμίτρεω .
7.68 Οὔτιοι δὲ καὶ Μύκοι τε καὶ Παρικάνιοι ἐσκευασμένοι ἦσαν κατά περ Πάκτυες · τούτων δὲ ἦρχον οἵδε · Οὐτίων μὲν καὶ Μύκων Ἀρσαμένης Δαρείου , Παρικανίων δὲ Σιρομίτρης Οἰοβάζου .
7.69 Ἀράβιοι δὲ ζειρὰς ὑπεζωμένοι ἦσαν , τόξα δὲ παλίντονα εἶχον πρὸς δεξιά , μακρά . Αἰθίοπες δὲ παρδαλέας τε καὶ λεοντέας ἐναμμένοι , τόξα δὲ εἶχον ἐκ φοίνικος σπάθης πεποιημένα , μακρά , τετραπήχεων οὐκ ἐλάσσω · ἐπὶ δὲ καλαμίνους ὀϊστοὺς μικρούς , ἀντὶ δὲ σιδήρου ἐπῆν λίθος ὀξὺς πεποιημένος , τῷ καὶ τὰς σφρηγῖδας γλύφουσι · πρὸς δὲ αἰχμὰς εἶχον , ἐπὶ δὲ κέρας δορκάδος ἐπῆν ὀξὺ πεποιημένον τρόπον λόγχης · εἶχον δὲ καὶ ῥόπαλα τυλωτά . Τοῦ δὲ σώματος τὸ μὲν ἥμισυ ἐξηλείφοντο γύψῳ ἰόντες ἐς μάχην , τὸ δὲ ἥμισυ μίλτῳ . Ἀραβίων δὲ καὶ Αἰθιόπων τῶν ὑπὲρ Αἰγύπτου οἰκημένων ἦρχε Ἀρσάμης Δαρείου τε καὶ Ἀρτυστώνης τῆς Κύρου θυγατρός , τὴν μάλιστα στέρξας τῶν γυναικῶν Δαρεῖος εἰκὼ χρυσέην σφυρήλατον ἐποιήσατο .