7.73 Φρύγες δὲ ἀγχοτάτω τῆς Παφλαγονικῆς σκευὴν εἶχον , ὀλίγον παραλλάσσοντες . Οἱ δὲ Φρύγες , ὡς Μακεδόνες λέγουσι , ἐκαλέοντο Βρίγες χρόνον ὅσον Εὐρωπήιοι ἐόντες σύνοικοι ἦσαν Μακεδόσι , μεταβάντες δὲ ἐς τὴν Ἀσίην ἅμα τῇ χώρῃ καὶ τὸ οὔνομα μετέβαλον ἐς Φρύγας . Ἀρμένιοι δὲ κατά περ Φρύγες ἐσεσάχατο , ἐόντες Φρυγῶν ἄποικοι . Τούτων συναμφοτέρων ἦρχε Ἀρτόχμης , Δαρείου ἔχων θυγατέρα .
7.74 Λυδοὶ δὲ ἀγχοτάτω τῶν Ἑλληνικῶν εἶχον ὅπλα . Οἱ δὲ Λυδοὶ Μηίονες ἐκαλέοντο τὸ πάλαι , ἐπὶ δὲ Λυδοῦ τοῦ Ἄτυος ἔσχον τὴν ἐπωνυμίην , μεταβαλόντες τὸ οὔνομα . Μυσοὶ δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι εἶχον κράνεα ἐπιχώρια , ἀσπίδας δὲ σμικράς , ἀκοντίοισι δὲ ἐχρέωντο ἐπικαύτοισι . Οὗτοι δέ εἰσι Λυδῶν ἄποικοι , ἀπ’ Ὀλύμπου δὲ ὄρεος καλέονται Ὀλυμπιηνοί . Λυδῶν δὲ καὶ Μυσῶν ἦρχε Ἀρταφρένης Ἀρταφρένεος , ὃς ἐς Μαραθῶνα ἐσέβαλε ἅμα Δάτι .
7.75 Θρήικες δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι ἀλωπεκέας ἔχοντες ἐστρατεύοντο , περὶ δὲ τὸ σῶμα κιθῶνας , ἐπὶ δὲ ζειρὰς περιβεβλημένοι ποικίλας , περὶ δὲ τοὺς πόδας τε καὶ τὰς κνήμας πέδιλα νεβρῶν , πρὸς δὲ ἀκόντιά τε καὶ πέλτας καὶ ἐγχειρίδια σμικρά . Οὗτοι δὲ διαβάντες μὲν ἐς τὴν Ἀσίην ἐκλήθησαν Βιθυνοί , τὸ δὲ πρότερον ἐκαλέοντο , ὡς αὐτοὶ λέγουσι , Στρυμόνιοι , οἰκέοντες ἐπὶ Στρυμόνι · ἐξαναστῆναι δέ φασι ἐξ ἠθέων ὑπὸ Τευκρῶν τε καὶ Μυσῶν . Θρηίκων δὲ τῶν ἐν τῇ Ἀσίῃ ἦρχε Βασσάκης Ἀρταβάνου .