7.64 Βάκτριοι δὲ περὶ μὲν τῇσι κεφαλῇσι ἀγχοτάτω τῶν Μηδικῶν ἔχοντες ἐστρατεύοντο , τόξα δὲ καλάμινα ἐπιχώρια καὶ αἰχμὰς βραχέας . Σάκαι δὲ οἱ Σκύθαι περὶ μὲν τῇσι κεφαλῇσι κυρβασίας ἐς ὀξὺ ἀπηγμένας ὀρθὰς εἶχον πεπηγυίας , ἀναξυρίδας δὲ ἐνεδεδύκεσαν , τόξα δὲ ἐπιχώρια καὶ ἐγχειρίδια , πρὸς δὲ καὶ ἀξίνας σαγάρις εἶχον . Τούτους δὲ ἐόντας Σκύθας Ἀμυργίους Σάκας ἐκάλεον · οἱ γὰρ Πέρσαι πάντας τοὺς Σκύθας καλέουσι Σάκας . Βακτρίων δὲ καὶ Σακέων ἦρχε Ὑστάσπης Δαρείου τε καὶ Ἀτόσσης τῆς Κύρου . Ἰνδοὶ δὲ εἵματα μὲν ἐνδεδυκότες ἀπὸ ξύλων πεποιημένα , τόξα δὲ καλάμινα εἶχον καὶ ὀϊστοὺς καλαμίνους · ἐπὶ δὲ σίδηρος ἦν · ἐσταλμένοι μὲν δὴ ἦσαν οὕτω Ἰνδοί , προσετετάχατο δὲ συστρατευόμενοι Φαρναζάθρῃ τῷ Ἀρταβάτεω .
7.66 Ἄριοι δὲ τόξοισι μὲν ἐσκευασμένοι ἦσαν Μηδικοῖσι , τὰ δὲ ἄλλα κατά περ Βάκτριοι . Ἀρίων δὲ ἦρχε Σισάμνης Ὑδάρνεος . Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι τε καὶ Γανδάριοι καὶ Δαδίκαι τὴν αὐτὴν σκευὴν ἔχοντες τὴν καὶ Βάκτριοι ἐστρατεύοντο . Τούτων δὲ ἦρχον οἵδε · Πάρθων μὲν καὶ Χορασμίων Ἀρτάβαζος Φαρνάκεος , Σόγδων δὲ Ἀζάνης Ἀρταίου , Γανδαρίων δὲ καὶ Δαδικέων Ἀρτύφιος Ἀρταβάνου .