7.62 Μῆδοι δὲ τὴν αὐτὴν ταύτην ἐσταλμένοι ἐστρατεύοντο · Μηδικὴ γὰρ αὕτη σκευή ἐστι καὶ οὐ Περσική . Οἱ δὲ Μῆδοι ἄρχοντα μὲν παρείχοντο Τιγράνην ἄνδρα Ἀχαιμενίδην . Ἐκαλέοντο δὲ πάλαι πρὸς πάντων Ἄριοι , ἀπικομένης δὲ Μηδείης τῆς Κολχίδος ἐξ Ἀθηνέων ἐς τοὺς Ἀρίους τούτους μετέβαλον καὶ οὗτοι τὸ οὔνομα · αὐτοὶ περὶ σφέων ὧδε λέγουσι Μῆδοι . Κίσσιοι δὲ στρατευόμενοι τὰ μὲν ἄλλα κατά περ Πέρσαι ἐσκευάδατο , ἀντὶ δὲ τῶν πίλων μιτρηφόροι ἦσαν . Κισσίων δὲ ἦρχε Ἀνάφης Ὀτάνεω . Ὑρκάνιοι δὲ κατά περ Πέρσαι ἐσεσάχατο , ἡγεμόνα παρεχόμενοι Μεγάπανον τὸν Βαβυλῶνος ὕστερον τούτων ἐπιτροπεύσαντα .
7.63 Ἀσσύριοι δὲ στρατευόμενοι περὶ μὲν τῇσι κεφαλῇσι εἶχον χάλκεά τε κράνεα καὶ πεπλεγμένα τρόπον τινὰ βάρβαρον οὐκ εὐαπήγητον · ἀσπίδας δὲ καὶ αἰχμὰς καὶ ἐγχειρίδια παραπλήσια τοῖσι Αἰγυπτίοισι εἶχον , πρὸς δὲ ῥόπαλα ξύλων τετυλωμένα σιδήρῳ καὶ λινέους θώρηκας . Οὗτοι δὲ ὑπὸ μὲν Ἑλλήνων ἐκαλέοντο Σύριοι , ὑπὸ δὲ τῶν βαρβάρων Ἀσσύριοι ἐκλήθησαν . Τούτων δὲ μεταξὺ Χαλδαῖοι . Ἦρχε δέ σφεων Ὀτάσπης Ἀρταχαίεω .