7.61 Οἱ δὲ στρατευόμενοι οἵδε ἦσαν . Πέρσαι μὲν ὧδε ἐσκευασμένοι · περὶ μὲν τῇσι κεφαλῇσι εἶχον τιάρας καλεομένους πίλους ἀπαγέας , περὶ δὲ τὸ σῶμα κιθῶνας χειριδωτοὺς ποικίλους , . . . λεπίδος σιδηρέης ὄψιν ἰχθυοειδέος , περὶ δὲ τὰ σκέλεα ἀναξυρίδας , ἀντὶ δὲ ἀσπίδων γέρρα · ὑπὸ δὲ φαρετρεῶνες ἐκρέμαντο · αἰχμὰς δὲ βραχέας εἶχον , τόξα δὲ μεγάλα , ὀϊστοὺς δὲ καλαμίνους , πρὸς δὲ ἐγχειρίδια παρὰ τὸν δεξιὸν μηρὸν παραιωρεόμενα ἐκ τῆς ζώνης . Καὶ ἄρχοντα παρείχοντο Ὀτάνεα , τὸν Ἀμήστριος πατέρα τῆς Ξέρξεω γυναικός . Ἐκαλέοντο δὲ πάλαι ὑπὸ μὲν Ἑλλήνων Κηφῆνες , ὑπὸ μέντοι σφέων αὐτῶν καὶ τῶν περιοίκων Ἀρταῖοι · ἐπεὶ δὲ Περσεὺς Δανάης τε καὶ Διὸς ἀπίκετο παρὰ Κηφέα τὸν Βήλου καὶ ἔσχε αὐτοῦ τὴν θυγατέρα Ἀνδρομέδην , γίνεται αὐτῷ παῖς τῷ οὔνομα ἔθετο Πέρσην , τοῦτον δὲ αὐτοῦ καταλείπει · ἐτύγχανε γὰρ ἄπαις ἐὼν Κηφεὺς ἔρσενος γόνου · ἐπὶ τούτου δὴ τὴν ἐπωνυμίην ἔσχον . ʹ