7.59 δὲ Δορίσκος ἐστὶ τῆς Θρηίκης αἰγιαλός τε καὶ πεδίον μέγα , διὰ δὲ αὐτοῦ ῥέει ποταμὸς μέγας Ἕβρος · ἐν τῷ τεῖχός τε ἐδέδμητο βασιλήιον τοῦτο τὸ δὴ Δορίσκος κέκληται , καὶ Περσέων φρουρὴ ἐν αὐτῷ κατεστήκεε ὑπὸ Δαρείου ἐξ ἐκείνου τοῦ χρόνου ἐπείτε ἐπὶ Σκύθας ἐστρατεύετο . Ἔδοξε ὦν τῷ Ξέρξῃ χῶρος εἶναι ἐπιτήδεος ἐνδιατάξαι τε καὶ ἐξαριθμῆσαι τὸν στρατόν · καὶ ἐποίεε ταῦτα . Τὰς μὲν δὴ νέας τὰς πάσας ἀπικομένας ἐς Δορίσκον οἱ ναύαρχοι κελεύσαντος Ξέρξεω ἐς τὸν αἰγιαλὸν τὸν προσεχέα Δορίσκῳ ἐκόμισαν , ἐν τῷ Σάλη τε Σαμοθρηικίη πεπόλισται πόλις καὶ Ζώνη , τελευταία δὲ αὐτοῦ Σέρρειον ἄκρη ὀνομαστή · δὲ χῶρος οὗτος τὸ παλαιὸν ἦν Κικόνων . Ἐς τοῦτον τὸν αἰγιαλὸν κατασχόντες τὰς νέας ἀνέψυχον ἀνελκύσαντες . δὲ ἐν τῷ Δορίσκῳ τοῦτον τὸν χρόνον τῆς στρατιῆς ἀριθμὸν ἐποιέετο .
7.60 Ὅσον μέν νυν ἕκαστοι παρεῖχον πλῆθος ἐς ἀριθμόν , οὐκ ἔχω εἰπεῖν τὸ ἀτρεκές οὐ γὰρ λέγεται πρὸς οὐδαμῶν ἀνθρώπων , σύμπαντος δὲ τοῦ στρατοῦ τοῦ πεζοῦ τὸ πλῆθος ἐφάνη ἑβδομήκοντα καὶ ἑκατὸν μυριάδες . Ἐξηρίθμησαν δὲ τόνδε τὸν τρόπον . Συναγαγόντες ἐς ἕνα χῶρον μυριάδα ἀνθρώπων καὶ συννάξαντες ταύτην ὡς μάλιστα εἶχον περιέγραψαν ἔξωθεν κύκλον · περιγράψαντες δὲ καὶ ἀπέντες τοὺς μυρίους αἱμασιὴν περιέβαλον κατὰ τὸν κύκλον , ὕψος ἀνήκουσαν ἀνδρὶ ἐς τὸν ὀμφαλόν · ταύτην δὲ ποιήσαντες ἄλλους ἐσεβίβαζον ἐς τὸ περιοικοδομημένον , μέχρι οὗ πάντας τούτῳ τῷ τρόπῳ ἐξηρίθμησαν . Ἀριθμήσαντες δὲ κατὰ ἔθνεα διέτασσον .